Book 5
22.1
ταῦτα μαθόντες οἱ τῶν Ῥωμαίων ὕπατοι πρῶτον μὲν τὰ ἐκ τῶν ἀγρῶν χρήματά τε καὶ βοσκήματα καὶ ἀνδράποδα μετάγειν τοῖς γεωργοῖς ἐκέλευσαν εἰς τὰ πλησίον ὄρη φρούρια κατασκευάσαντες ἐπὶ τοῖς ἐρυμνοῖς ἱκανὰ σώζειν τοὺς εἰς αὐτὰ καταφυγόντας· ἔπειτα τὸν καλούμενον Ἰανίκολον ὄχθον· ἔστι δὲ τοῦτʼ ὄρος ὑψηλὸν ἀγχοῦ τῆς Ῥώμης πέραν τοῦ Τεβέριος ποταμοῦ κείμενον· ὀχυρωτέραις ἐκρατύναντο κατασκευαῖς τε καὶ φυλακαῖς, περὶ παντὸς ποιούμενοι μὴ γενέσθαι τοῖς πολεμίοις τὸ ἐπίκαιρον χωρίον ἐπιτείχισμα κατὰ τῆς πόλεως, καὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς ἐνταῦθʼ ἀπέθεντο· τά τʼ ἐντὸς τείχους ἐπὶ τὸ δημοτικώτερον καθίσταντο πολλὰ πολιτευόμενοι φιλάνθρωπα πρὸς τοὺς πένητας, ἵνα μὴ μεταβάλοιντο πρὸς τοὺς τυράννους ἐπὶ τοῖς ἰδίοις κέρδεσι πεισθέντες προδοῦναι τὸ κοινόν·
22.2
καὶ γὰρ ἀτελεῖς αὐτοὺς ἁπάντων ἐψηφίσαντο εἶναι τῶν κοινῶν τελῶν, ὅσα βασιλευομένης τῆς πόλεως ἐτέλουν, καὶ ἀνεισφόρους τῶν εἰς τὰ στρατιωτικὰ καὶ τοὺς πολέμους ἀναλισκομένων ἐποίησαν, μέγα κέρδος ἡγούμενοι τοῖς κοινοῖς, εἰ τὰ σώματα μόνον αὐτῶν ἕξουσι προκινδυνεύοντα τῆς πατρίδος· τήν τε δύναμιν ἠσκημένην ἐκ πολλοῦ καὶ παρεσκευασμένην ἔχοντες ἐν τῷ προκειμένῳ τῆς πόλεως ἐστρατοπεδεύοντο πεδίῳ.