Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

72.1 ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων μετὰ τοῦτον ἀναστὰς ἕτερος εἶπεν· ἐμοὶ δʼ, ὦ βουλή, δοκεῖ καὶ τοῦτʼ ἔτι προστεθῆναι τῇ γνώμῃ, δυεῖν ἀνδρῶν κρατίστων εἰς τόδε χρόνου τὰ κοινὰ διοικούντων, ὧν οὐκ ἂν εὕροιτε ἀμείνους, τὸν μὲν ἕτερον αὐτῶν κύριον ἀποδειχθῆναι τῆς ἀναρρήσεως, τὸν δʼ ἕτερον ὑπὸ τοῦ συνάρχοντος αἱρεθῆναι διαγνόντων αὐτῶν ἐν ἀλλήλοις τὸν ἐπιτηδειότερον· ἵνα αὐτοῖς περιγένηται σὺν τῷ τιμίῳ καὶ τὸ χαῖρον ἴσον, τῷ μὲν ὅτι τὸν συνάρχοντα κράτιστον ἀπέφηνε, τῷ δʼ ὅτι πρὸς τοῦ συνάρχοντος ἄριστος ἐκρίθη· ἡδὺ γὰρ καὶ καλὸν ἑκάτερον. οἶδα μὲν οὖν, ὅτι καὶ μὴ προστεθέντος τῇ γνώμῃ τοῦδε τοῦ μέρους, αὐτοῖς ἂν ἐφάνη τοῖς ἀνδράσιν οὕτως ποιεῖν· κρεῖττον δὲ τὸ μηδʼ ὑμῶν ἕτερόν τι βουλομένων.
72.2 ἐδόκει καὶ τοῦτο κατὰ νοῦν ἅπασιν εἰρῆσθαι· καὶ οὐθενὸς ἔτι τῇ γνώμῃ προστεθέντος ἐπικυροῦται τὸ δόγμα. ὡς δὲ παρέλαβον τὴν ἐξουσίαν οἱ ὕπατοι τοῦ διαγνῶναι, πότερος ἐξ αὐτῶν ἄρχειν ἐστὶν ἐπιτηδειότερος, θαυμαστόν τι καὶ παρὰ πάσας τὰς ἀνθρωπίνας ὑπολήψεις πρᾶγμα ἐποίουν. οὐ γὰρ ἑαυτὸν ἑκάτερος ἄξιον ἀπέφαινε τῆς ἡγεμονίας, ἀλλὰ τὸν ἕτερον· καὶ κατέτριψαν ὅλην τὴν ἡμέραν ἐκείνην τὰς ἀλλήλων ἀρετὰς ἐξαριθμούμενοι καὶ λιπαροῦντες μὴ λαβεῖν αὐτοὶ τὴν ἀρχήν, ὥστε ἐν πολλῇ γενέσθαι τοὺς ἐν τῷ συνεδρίῳ παρόντας ἀμηχανίᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme