Book 5
69.2
τοιούτων δέ τινων λεχθέντων ἡ νικῶσα ἦν γνώμη, μηθὲν ἐν τῷ παρόντι γενέσθαι περὶ αὐτῶν προβούλευμα· ὅταν δὲ τὸ κράτιστον τέλος οἱ πόλεμοι λάβωσι, τότε προθεῖναι τοὺς ὑπάτους λόγον καὶ ψῆφον ἀναδοῦναι τοῖς συνέδροις· τέως δὲ μηδεμίαν εἴσπραξιν εἶναι μήτε συμβολαίου μηθενὸς μήτε καταδίκης μηδεμιᾶς, ἀφεῖσθαι δὲ καὶ τὰς ἄλλας ἀμφισβητήσεις πάσας, καὶ μήτε τὰ δικαστήρια καθίζειν μήτε τὰς ἀρχὰς διαγινώσκειν περὶ μηθενὸς ἔξω τῶν εἰς τὸν πόλεμον ἀνηκόντων.
69.3
τοῦτο τὸ προβούλευμα εἰς τὸν δῆμον ἐξενεχθὲν ἐμείωσε μέν τι τῆς πολιτικῆς ταραχῆς, οὐ μὴν ἅπαν γε τὸ στασιάζον ἐξεῖλεν ἐκ τῆς πόλεως. ἦσαν γάρ τινες ἐκ τοῦ θητικοῦ πλήθους, οἷς οὐκ ἐφαίνετο ἀποχρῶσα εἶναι βοήθεια ἡ παρὰ τῆς βουλῆς ἐλπὶς φανερὸν οὐδὲ βέβαιον ἔχουσα οὐδέν· ἀλλὰ δυεῖν θάτερον αὐτὴν ἠξίουν ποιεῖν, ἢ διδόναι σφίσιν ἤδη τὴν ἄφεσιν τῶν χρεῶν, εἰ βούλεται κοινωνοὺς τῶν κινδύνων ἔχειν, ἢ μὴ φενακίζειν εἰς ἑτέρους ἀναβαλλομένην χρόνους· οὐ γὰρ ὁμοίας εἶναι τὰς διανοίας τῶν ἀνθρώπων δεομένων τε καὶ ἀποπληρωθέντων, ὅτου ἂν δεηθῶσιν.
70.1
ἐν τοιαύτῃ δὴ καταστάσει τῶν κοινῶν ὑπαρχόντων σκοποῦσα ἡ βουλή, διʼ οὗ μάλιστα διαπράξεται τρόπου μηθὲν ἔτι νεωτερίσαι τοὺς δημοτικούς, ἔκρινε τὴν μὲν ὑπατικὴν ἐξουσίαν ἀνελεῖν κατὰ τὸ παρόν, ἑτέραν δέ τινα ἀρχὴν ἀποδεῖξαι πολέμου τε καὶ εἰρήνης καὶ παντὸς ἄλλου πράγματος κυρίαν, αὐτοκράτορα καὶ ἀνυπεύθυνον, ὧν ἂν βουλεύσηται καὶ πράξῃ.