Book 4
37.5
ταῦτα λέξαντος αὐτοῦ καταβαίνειν τʼ ἀπὸ τοῦ βήματος βουλομένου κραυγή τʼ ἐξ ἁπάντων ἐγίνετο καὶ δεήσεις πολλαὶ σὺν οἰμωγαῖς ὑπὲρ τοῦ μηδενὶ παραχωρεῖν τῆς ἀρχῆς· τινὲς δʼ ἐξ αὐτῶν καὶ βάλλειν τὸν Ταρκύνιον ἐβόων. ἐκεῖνος μὲν οὖν δείσας τὴν ἐκ χειρὸς δίκην ὁρμῆς ἤδη γινομένης τῶν ὄχλων ἐπʼ αὐτὸν ᾤχετο φεύγων ἅμα τοῖς ἑταίροις· τὸν δὲ Τύλλιον ἡ πληθὺς ἅπασα μετὰ χαρᾶς καὶ κρότου καὶ πολλῆς εὐφημίας παραπέμπουσα μέχρι τῆς οἰκίας κατέστησεν.
38.1
ὡς δὲ καὶ ταύτης διήμαρτε τῆς πείρας ὁ Ταρκύνιος, ἀδημονῶν ἐπὶ τῷ μηδεμίαν αὐτῷ βοήθειαν παρὰ τῆς βουλῆς, ᾗ μάλιστα ἐπεποίθει, γενέσθαι, χρόνον μέν τινα διέτριβε κατʼ οἰκίαν τοῖς ἑταίροις μόνοις διαλεγόμενος· ἔπειτα γνώμην ἀποδειξαμένης τῆς γυναικὸς μηδὲν ἔτι μαλακίζεσθαι μηδὲ κατοκνεῖν, ἀλλὰ καταβαλόντα τοὺς λόγους ἐπὶ τὰ ἔργα χωρεῖν διαλλαγὰς πρῶτον εὑρόμενον διὰ φίλων πρὸς τὸν Τύλλιον, ἵνα πιστεύσας ὡς φίλῳ γεγονότι ἧττον αὐτὸν φυλάττοιτο, δόξας δʼ αὐτὴν τὰ κράτιστα ὑποθέσθαι μετανοεῖν τε περὶ τῶν γεγονότων ἐσκήπτετο καὶ πολλὰ διὰ φίλων λιπαρῶν τὸν Τύλλιον ἠξίου συγγνώμονα γενέσθαι.