Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 4

34.2 οὐκ ἠνέσχοντο Ῥωμαῖοι ταῦτά μου πράττειν βουλομένου οὐδʼ ἠξίωσαν ἕτερόν τινα τῶν κοινῶν ἀποδεῖξαι κύριον, ἀλλʼ ἐμὲ κατέσχον καὶ τὴν βασιλείαν ἔδωκάν μοι ψῆφον ἐπενέγκαντες, τὴν ἑαυτῶν, Ταρκύνιε, κτῆσιν, οὐ τὴν ὑμετέραν·
34.3 ὥσπερ γε καὶ τὸν πάππον ὑμῶν παρήγαγον ἐπὶ τὰ πράγματα ξένον ὄντα καὶ οὐδὲν προσήκοντα τῷ πρότερον βασιλεῖ· καίτοι παῖδάς γʼ Ἄγκος Μάρκιος ὁ βασιλεὺς κατέλιπεν ἀκμάζοντας, οὐχ υἱωνοὺς καὶ νηπίους, ὥσπερ ὑμᾶς Ταρκύνιος. εἰ δὲ κοινὸς ἁπάντων νόμος ἦν τοὺς διαδεχομένους τήν τε φανερὰν οὐσίαν καὶ τὰ χρήματα τῶν ἐκλειπόντων βασιλέων σὺν τούτοις καὶ τὰς βασιλείας αὐτῶν παραλαμβάνειν, οὐκ ἂν Ταρκύνιος ὁ πάππος ὑμῶν τὴν ἡγεμονίαν παρέλαβεν Ἄγκου τελευτήσαντος, ἀλλʼ ὁ πρεσβύτερος τῶν ἐκείνου παίδων.
34.4 ἀλλʼ ὁ δῆμος ὁ Ῥωμαίων οὐ τὸν διάδοχον τοῦ πατρός, ἀλλὰ τὸν ἄξιον τῆς ἀρχῆς ἐπὶ τὰ πράγματʼ ἐκάλει· ἡγεῖτο γὰρ τὰ μὲν χρήματα τῶν κτησαμένων εἶναι, τὴν δὲ βασιλείαν τῶν δεδωκότων· καὶ τὰ μὲν ὅταν τι πάθωσιν οἱ κύριοι τοὺς κατὰ γένος ἢ κατὰ διαθήκας διαδόχους προσήκειν παραλαμβάνειν, τὴν δʼ ὅταν ἐκλίπωσιν οἱ λαβόντες τοὺς δεδωκότας ἔχειν· εἰ μή τι τοιοῦτον ἔχεις δικαίωμα φέρειν, ὅτι τὴν βασιλείαν ὁ πάππος ὑμῶν ἐπὶ ῥητοῖς τισι παρέλαβεν, ὥστε καὶ αὐτὸς ἔχειν ἀναφαίρετον καὶ ὑμῖν τοῖς ἐγγόνοις καταλιπεῖν, καὶ ὁ δῆμος οὐ κύριος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme