Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 4

29.1 καὶ ἐπειδὴ παρεγένετο, μεταστῆναι κελεύσασα τοὺς ἔνδον, ἵνα μόνη διαλεχθείη πρὸς μόνον, Ἆρʼ, ἔφησεν, ὦ Ταρκύνιε, μετὰ παρρησίας ἔξεστί μοι καὶ ἀκινδύνως ἅπαντα εἰπεῖν, ὅσα φρονῶ περὶ τῶν κοινῇ συμφερόντων, καὶ καθέξεις οὓς ἂν ἀκούσῃς λόγους; ἢ σιωπᾶν ἄμεινόν ἐστί μοι καὶ μὴ φέρειν εἰς μέσον βουλὰς ἀπορρήτους;
29.2 κελεύσαντος δὲ τοῦ Ταρκυνίου λέγειν, ὅ τι βούλεται, καὶ περὶ τοῦ καθέξειν ἐν ἑαυτῷ τοὺς λόγους πίστεις ἐπιθέντος διʼ ὅρκων, οὓς ἐκείνη προῃρεῖτο, οὐδὲν ἔτι αἰσχυνθεῖσα λέγει πρὸς αὐτόν· μέχρι τίνος, ὦ Ταρκύνιε, τῆς βασιλείας ἀποστερούμενος ἀνέχεσθαι διανοῇ; πότερον ἐκ ταπεινῶν καὶ ἀσήμων ἔφυς προγόνων καὶ διὰ τοῦτʼ οὐκ ἀξιοῖς ἐπὶ σεαυτῷ μέγα φρονεῖν; ἀλλὰ πάντες ἴσασιν, ὅτι τοῖς μὲν ἀρχαίοις ὑμῶν προγόνοις Ἕλλησιν οὖσι καὶ ἀφʼ Ἡρακλέους γεγονόσι τῆς εὐδαίμονος ἄρξαι Κορίνθου τὴν αὐτοκράτορα ὑπῆρξεν ἀρχὴν ἐπὶ πολλάς, ὡς ἀκούω, γενεάς· τῷ δὲ πάππῳ σου Ταρκυνίῳ μεταθεμένῳ τὴν οἴκησιν ἐκ Τυρρηνῶν ταύτης βασιλεῦσαι τῆς πόλεως ἐξεγένετο διʼ ἀρετήν· οὗ σὺ κληρονομεῖν οὐ μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς βασιλείας ὀφείλεις πρεσβύτερος υἱωνὸς ὤν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme