Book 4
25.4
παρʼ οὗ τὸ παράδειγμα λαβόντες Ἴωνές θʼ οἱ μεταθέμενοι τὴν οἴκησιν ἐκ τῆς Εὐρώπης εἰς τὰ παραθαλάττια τῆς Καρίας καὶ Δωριεῖς οἱ περὶ τοὺς αὐτοὺς τόπους τὰς πόλεις ἱδρυσάμενοι ἱερὰ κατεσκεύασαν ἀπὸ κοινῶν ἀναλωμάτων· Ἴωνες μὲν ἐν Ἐφέσῳ τὸ τῆς Ἀρτέμιδος, Δωριεῖς δʼ ἐπὶ Τριοπίῳ τὸ τοῦ Ἀπόλλωνος· ἔνθα συνιόντες γυναιξὶν ὁμοῦ καὶ τέκνοις κατὰ τοὺς ἀποδειχθέντας χρόνους συνέθυόν τε καὶ συνεπανηγύριζον καὶ ἀγῶνας ἐπετέλουν ἱππικοὺς καὶ γυμνικοὺς καὶ τῶν περὶ μουσικὴν ἀκουσμάτων καὶ τοὺς θεοὺς ἀναθήμασι κοινοῖς ἐδωροῦντο.
25.5
θεωρήσαντες δὲ καὶ πανηγυρίσαντες καὶ τὰς ἄλλας φιλοφροσύνας παρʼ ἀλλήλων ἀναλαβόντες, εἴ τι πρόσκρουσμα πόλει πρὸς πόλιν ἐγεγόνει, δικασταὶ καθεζόμενοι διῄτων καὶ περὶ τοῦ πρὸς τοὺς βαρβάρους πολέμου καὶ περὶ τῆς πρὸς ἀλλήλους ὁμοφροσύνης κοινὰς ἐποιοῦντο βουλάς.
25.6
ταῦτα δὴ καὶ τὰ ὅμοια τούτοις παραδείγματα λαβὼν προθυμίαν ἔσχε καὶ αὐτὸς ἁπάσας τὰς μετεχούσας πόλεις τοῦ Λατίνων γένους συστῆσαι καὶ συναγαγεῖν, ἵνα μὴ στασιάζουσαι καὶ πολεμοῦσαι πρὸς ἀλλήλας ὑπὸ τῶν προσοικούντων βαρβάρων τὴν ἐλευθερίαν ἀφαιρεθῶσι.