Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 4

76.4 ὄχλου δὲ συναχθέντος οὐ μόνον τοῦ κατʼ ἀγορὰν τότʼ ὄντος, ἀλλὰ καὶ τοῦ κατὰ τὴν πόλιν ὅλην· διεξῄεσαν γὰρ οἱ κήρυκες διὰ τῶν στενωπῶν τὸν δῆμον εἰς τὴν ἀγορὰν καλοῦντες· ἀναβὰς ὁ Βροῦτος, ἔνθα τοῖς συνάγουσι τὰς ἐκκλησίας δημηγορεῖν ἔθος ἦν, καὶ τοὺς πατρικίους παραστησάμενος ἔλεξε τοιάδε.
77.1 ὑπὲρ ἀναγκαίων καὶ κοινῶν πραγμάτων τοὺς λόγους μέλλων πρὸς ὑμᾶς ποιεῖσθαι, ἄνδρες πολῖται, περὶ ἐμαυτοῦ πρῶτον ὀλίγα βούλομαι προειπεῖν· ἴσως γάρ τισιν ὑμῶν, μᾶλλον δʼ ἀκριβῶς οἶδʼ ὅτι πολλοῖς τεταράχθαι δόξω τὴν διάνοιαν, ἀνὴρ οὐ φρενήρης περὶ τῶν μεγίστων ἐπιχειρῶν λέγειν, ᾧ κηδεμόνων οὐχ ὑγιαίνοντι δεῖ.
77.2 ἴστε δὴ τὴν κοινὴν ὑπόληψιν, ἣν περὶ ἐμοῦ πάντες εἴχετε ὡς ἠλιθίου, ψευδῆ γενομένην καὶ οὐχ ὑπʼ ἄλλου τινὸς κατασκευασθεῖσαν, ἀλλʼ ὑπʼ ἐμοῦ. ὁ δʼ ἀναγκάσας με μήθʼ ὡς ἡ φύσις ἠξίου μήθʼ ὡς ἥρμοττέ μοι ζῆν, ἀλλʼ ὡς Ταρκυνίῳ τʼ ἦν βουλομένῳ κἀμοὶ συνοίσειν ἔδοξεν, ὁ περὶ τῆς ψυχῆς φόβος ἦν.
77.3 πατέρα γάρ μου Ταρκύνιος ἀποκτείνας ἅμα τῷ παραλαβεῖν τὴν ἀρχήν, ἵνα τὴν οὐσίαν αὐτοῦ κατάσχοι πολλὴν σφόδρα οὖσαν, καὶ ἀδελφὸν πρεσβύτερον, ὃς ἔμελλε τιμωρήσειν τῷ θανάτῳ τοῦ πατρός, εἰ μὴ γένοιτο ἐκποδῶν, ἀφανεῖ θανάτῳ διαχρησάμενος, οὐδʼ ἐμοῦ δῆλος ἦν φεισόμενος ἐρήμου τῶν ἀναγκαιοτάτων γεγονότος, εἰ μὴ τὴν ἐπίθετον ἐσκηψάμην μωρίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme