Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 4

70.4 σκοπῶμεν· τοῦτο γὰρ ὁ παρὼν καιρὸς ἀπαιτεῖ. ἐδόκει ταῦτʼ εἰκότα λέγειν, καὶ καθεζόμενοι καθʼ ἑαυτοὺς τόν τʼ οἰκετικὸν καὶ θητικὸν ὄχλον ἐκποδῶν μεταστήσαντες ἐβουλεύοντο, τί χρὴ πράττειν. πρῶτος δʼ ὁ Βροῦτος ἀρξάμενος ὑπὲρ ἑαυτοῦ λέγειν, ὅτι τὴν δοκοῦσαν τοῖς πολλοῖς μωρίαν οὐκ εἶχεν ἀληθινήν, ἀλλʼ ἐπίθετον, καὶ τὰς αἰτίας εἰπών, διʼ ἃς τὸ προσποίημα τοῦθʼ ὑπέμεινε, καὶ δόξας ἁπάντων ἀνθρώπων εἶναι φρονιμώτατος, μετὰ τοῦτʼ ἔπειθεν αὐτοὺς τὴν αὐτὴν γνώμην ἅπαντας λαβόντας ἐξελάσαι Ταρκύνιόν τε καὶ τοὺς παῖδας ἐκ τῆς πόλεως, πολλὰ καὶ ἐπαγωγὰ εἰς τοῦτο διαλεχθείς. ἐπεὶ δὲ πάντας εἶδεν ἐπὶ τῆς αὐτῆς γνώμης ὄντας οὐ λόγων ἔφη δεῖν οὐδʼ ὑποσχέσεων, ἀλλʼ ἔργων, εἴ τι τῶν δεόντων μέλλει γενήσεσθαι· ἄρξειν δὲ τούτων αὐτὸς ἔφη.
70.5 ταῦτʼ εἰπὼν καὶ λαβὼν τὸ ξιφίδιον, ᾧ διεχρήσατο ἑαυτὴν ἡ γυνή, καὶ τῷ πτώματι προσελθὼν αὐτῆς· ἔτι γὰρ ἔκειτο ἐν φανερῷ θέαμα οἴκτιστον· ὤμοσε τόν τʼ Ἄρη καὶ τοὺς ἄλλους θεοὺς πᾶν ὅσον δύναται πράξειν ἐπὶ καταλύσει τῆς Ταρκυνίων δυναστείας, καὶ οὔτʼ αὐτὸς διαλλαγήσεσθαι πρὸς τοὺς τυράννους οὔτε τοῖς διαλλαττομένοις ἐπιτρέψειν, ἀλλʼ ἐχθρὸν ἡγήσεσθαι τὸν μὴ ταὐτὰ βουλόμενον καὶ μέχρι θανάτου τῇ τυραννίδι καὶ τοῖς συναγωνιζομένοις αὐτῇ διεχθρεύσειν. εἰ δὲ παραβαίη τὸν ὅρκον τοιαύτην αὑτῷ τελευτὴν ἠράσατο τοῦ βίου γενέσθαι καὶ τοῖς αὑτοῦ παισίν, οἵας ἔτυχεν ἡ γυνή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme