Book 3
52.3
χρόνῳ δʼ ὕστερον ἐμπεσούσης ἀμφοτέροις ἐκ τῶν τοιούτων ἁψιμαχιῶν φιλονεικίας ἐπιβοηθοῦντες ἑκάτεροι τοῖς σφετέροις, ὀλίγοι μὲν τὸ πρῶτον, ἔπειτα σύμπαντες ἠναγκάσθησαν ἐκ τῶν στρατοπέδων προελθεῖν. καὶ καταστάντες εἰς μάχην ἄνδρες οὔτε πολεμικῶν ἀγώνων ἀτριβεῖς οὔτε πλήθει πολὺ ἀποδέοντες ἀλλήλων πεζοί τε καὶ ἱππεῖς προθυμίᾳ τε ὡρμημένοι πρὸς τὸν πόλεμον ὁμοίᾳ καὶ κινδύνων τὸν ἔσχατον ἀναρριπτεῖν νομίσαντες ἠγωνίσαντο μὲν ἀμφότεροι λόγου ἀξίως, διεκρίθησαν δὲ ἀπʼ ἀλλήλων ἰσόμαχοι νυκτὸς ἐπιλαβούσης.
52.4
ἡ μέντοι μετὰ τὸν ἀγῶνα διάνοια ἑκατέρων οὐχ ὁμοία γενομένη φανεροὺς ἐποίησε τοὺς κρεῖττον ἀγωνισαμένους τῶν ἑτέρων· τῇ γὰρ ἑξῆς ἡμέρᾳ Λατῖνοι μὲν οὐκέτι προῄεσαν ἐκ τοῦ χάρακος, ὅ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐξαγαγὼν τὰς δυνάμεις εἰς τὸ πεδίον ἕτοιμος ἦν ἑτέραν ποιεῖσθαι μάχην καὶ μέχρι πολλοῦ κατέσχεν ἐν τάξει τὴν φάλαγγα. ὡς δʼ οὐκ ἀντεπεξῄεσαν οἱ πολέμιοι, σκυλεύσας αὐτῶν τοὺς νεκροὺς καὶ τοὺς ἰδίους ἀνελόμενος σὺν πολλῷ αὐχήματι ἀπῆγε τὴν στρατιὰν ἐπὶ τὸν ἑαυτοῦ χάρακα.
53.1
ταῖς δʼ ἑξῆς ἡμέραις ἀφικομένης τοῖς Λατίνοις ἑτέρας παρὰ Τυρρηνῶν συμμαχίας δεύτερος ἀγὼν γίνεται πολὺ μείζων τοῦ προτέρου, ἐξ οὗ νίκην ἀναιρεῖται βασιλεὺς Ταρκύνιος ἐπιφανεστάτην, ἧς αὐτὸς αἴτιος ὡμολογεῖτο ὑπὸ πάντων γεγενῆσθαι.