Book 3
50.4
μετὰ δὲ τὴν Κολλατίας παράδοσιν ἐπὶ τὸν καλούμενον Κορνίκολον ὁ βασιλεὺς ἐστράτευσεν· ἦν δὲ κἀκείνη τοῦ Λατίνων ἔθνους ἡ πόλις. λεηλατήσας δὲ τὴν χώραν αὐτῶν κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου πρὸς αὐτὴν στρατεύεται τὴν πόλιν προκαλούμενος τοὺς ἄνδρας εἰς φιλίαν· οὐ βουλομένων δὲ αὐτῶν εἰς διαλλαγὰς ἐλθεῖν, ἀλλὰ καὶ τοῦ τείχους τῇ ἐχυρότητι πεποιθότων καὶ συμμαχίας πολλαχόθεν ἥξειν οἰομένων, περὶ πάντα τὸν κύκλον τῆς πόλεως τὴν δύναμιν περιστήσας ἐτειχομάχει.
50.5
οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀντεῖχον ἀνδρείως ἀπομαχόμενοι καὶ πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ʽτοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχεινʼ διʼ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν.
50.6
τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ἡ δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη.
50.7
ἐφʼ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι. βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε μὲν ἐπʼ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε.