Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

49.5 καὶ πόνῳ· μαθόντες γὰρ οἱ Κρουστομερῖνοι τό τε πλῆθος τῆς ἡκούσης ἐπʼ αὐτοὺς δυνάμεως καὶ τὴν ἑαυτῶν ἀσθένειαν οὐδεμιᾶς αὐτοῖς ἐπικουρίας παρὰ τῶν ἄλλων Λατίνων ἀφικομένης ἀνέῳξαν τὰς πύλας καὶ προελθόντες οἱ πρεσβύτατοι τῶν πολιτῶν καὶ τιμιώτατοι παρέδοσαν αὐτῷ τὴν πόλιν ἀξιοῦντες ἐπιεικῶς σφισι χρήσασθαι καὶ μετρίως.
49.6 τῷ δὲ κατʼ εὐχὴν τὸ πρᾶγμα ἐφάνη καὶ παρελθὼν εἰς τὸ τεῖχος ἀπέκτεινε μὲν οὐδένα Κρουστομερίνων, ὀλίγους δὲ πάνυ τοὺς αἰτίους τῆς ἀποστάσεως φυγαῖς ἀιδίοις ἐζημίωσε, τοῖς δʼ ἄλλοις ἅπασι τὰ σφέτερα συνεχώρησεν ἔχειν καὶ τῆς Ῥωμαίων πολιτείας μετέχειν ὡς πρότερον, τοῦ δὲ μηδὲν ἔτι παρακινῆσαι χάριν ἐποίκους αὐτοῖς κατέλιπε Ῥωμαίους.
50.1 τὰ δʼ αὐτὰ καὶ Νωμεντανοῖς διανοηθεῖσι τῶν αὐτῶν τυχεῖν ἐξεγένετο. καὶ γὰρ οὗτοι λῃστήρια πέμποντες ἐπὶ τοὺς Ῥωμαίων ἀγροὺς πολέμιοι κατέστησαν αὐτοῖς ἐκ τοῦ προφανοῦς ταῖς Λατίνων πεποιθότες συμμαχίαις· στρατεύσαντος δʼ ἐπʼ αὐτοὺς Ταρκυνίου καὶ τῆς Λατίνων ἐπικουρίας ὑστεριζούσης οὐχ οἷοί τε ὄντες αὐτοὶ πρὸς τοσαύτην δύναμιν ἀντέχειν, ἱκετηρίας ἀναλαβόντες ἐξῆλθον ἐκ τῆς πόλεως καὶ παρέδοσαν ἑαυτούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme