Book 3
46.5
ἦν ᾤχετο πλέων ἐκ τῆς Κορίνθου. ἔχων δὲ φίλους πολλοὺς καὶ ἀγαθοὺς Τυρρηνῶν διὰ τὰς συνεχεῖς ἐπιμιξίας, μάλιστα δʼ ἐν Ταρκυνίοις πόλει μεγάλῃ τε καὶ εὐδαίμονι τότε οὔσῃ, οἶκόν τε αὐτόθι κατασκευάζεται καὶ γυναῖκα ἐπιφανῆ κατὰ γένος ἄγεται. γενομένων δʼ αὐτῷ δυεῖν παίδων Τυρρηνικὰ θέμενος αὐτοῖς ὀνόματα, τῷ μὲν Ἄρροντα, τῷ δὲ Λοκόμωνα καὶ παιδεύσας ἀμφοτέρους Ἑλληνικήν τε καὶ Τυρρηνικὴν παιδείαν, εἰς ἄνδρας ἐλθοῦσιν αὐτοῖς γυναῖκας ἐκ τῶν ἐπιφανεστάτων οἴκων λαμβάνει.
47.1
καὶ μετʼ οὐ πολὺν χρόνον ὁ μὲν πρεσβύτερος αὐτοῦ τῶν παίδων γένος οὐδὲν καταλιπὼν ἐμφανὲς ἀποθνήσκει. καὶ μετʼ ὀλίγας ἡμέρας αὐτὸς ὁ Δημάρατος ὑπὸ λύπης τελευτᾷ κληρονόμον ἁπάσης τῆς οὐσίας τὸν περιλειπόμενον τῶν παίδων Λοκόμωνα καταλιπών· ὃς παραλαβὼν τὸν πατρικὸν πλοῦτον μέγαν ὄντα πολιτεύεσθαί τε καὶ τὰ κοινὰ πράττειν καὶ ἐν τοῖς πρώτοις τῶν ἀστῶν εἶναι προῄρητο.
47.2
ἀπελαυνόμενος δὲ πανταχόθεν ὑπὸ τῶν ἐπιχωρίων καὶ οὐχ ὅπως ἐν τοῖς πρώτοις ἀριθμούμενος, ἀλλʼ οὐδʼ ἐν τοῖς μέσοις, ἀνιαρῶς ἔφερε τὴν ἀτιμίαν. ἀκούων δὲ περὶ τῆς Ῥωμαίων πόλεως, ὅτι πάντας ἀσμένως ὑποδεχομένη τοὺς ξένους ἀστοὺς ποιεῖται καὶ τιμᾷ κατὰ τὴν ἀξίαν ἕκαστον, ἐκεῖ μετενέγκασθαι τὴν οἴκησιν ἔγνω τά τε χρήματα πάντα συσκευασάμενος καὶ τὴν γυναῖκα ἐπαγόμενος καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων τοὺς βουλομένους· ἐγένοντο δὲ οἱ συναπαίρειν αὐτῷ προθυμηθέντες συχνοί.