Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

40.2 καθʼ ἕτερον. τῶν δὲ Φιδηναίων ἐπὶ τὰ πολιορκούμενα μέρη τῆς πόλεως συνδραμόντων ἀθρόων καὶ τὰς προσβολὰς γενναίως ἀποτριβομένων ἀναστομώσαντες τὰ πέρατα τῶν ὑπονόμων οἱ ταχθέντες ἐπὶ τούτῳ Ῥωμαῖοι ἐντὸς ἐγεγόνεσαν τοῦ περιβόλου καὶ τοὺς ὁμόσε χωροῦντας διαφθείραντες ἀνοίγουσι τοῖς πολιορκοῦσι τὰς πύλας.
40.3 πολλῶν δʼ ἐν τῇ καταλήψει τῆς πόλεως ἀπολλυμένων τοὺς λοιποὺς τῶν Φιδηναίων ὅπλα τε παραδοῦναι κελεύσας ὁ Μάρκιος καὶ εἰς ἕνα τόπον τῆς πόλεως ἅπαντας προκηρύξας συνελθεῖν, ὀλίγους ἐξ αὐτῶν τοὺς αἰτίους τῆς ἀποστάσεως μάστιξιν αἰκισάμενος ἀπέκτεινεν, οἰκίας δʼ ἁπάντων διαρπάσαι τοῖς στρατιώταις ἐπιτρέψας καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἀξιόχρεων ἀπῆγε τὴν δύναμιν ἐπὶ Σαβίνους.
40.4 οὐδὲ γὰρ ἐκεῖνοι διέμειναν ἐν ταῖς ὁμολογίαις, αἷς ἐποιήσαντο περὶ τῆς εἰρήνης πρὸς βασιλέα Τύλλον, ἀλλʼ ἐμβαλόντες εἰς τὴν Ῥωμαίων γῆν ἐδῄουν αὖθις τὴν ὅμορον, μαθών τε ὁ Μάρκιος παρά τε κατασκόπων καὶ αὐτομόλων τον καιρὸν τῆς ἐπιχειρήσεως ἐσκεδασμένων τῶν Σαβίνων καὶ λεηλατούντων τοὺς ἀγροὺς αὐτὸς μὲν ἅμα τοῖς πεζοῖς ἐπὶ τὸν χάρακα τῶν πολεμίων ἀφικόμενος ὀλίγην ἔχοντα φυλακὴν καταλαμβάνει τὸ ἔρυμα ἐξ ἐφόδου, Ταρκύνιον δὲ τοὺς ἱππεῖς ἄγοντα ἐπὶ τοὺς ἐν προνομαῖς ἐσκεδασμένους ἐπείγεσθαι ἐκέλευε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme