Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

5.3 Κλοίλιος μὲν δὴ πρὶν ἢ γενναῖον ἀποδείξασθαί τι τοιαύτης τελευτῆς ἔτυχεν, εἰς δὲ τὸν ἐκείνου τόπον ἀποδείκνυται στρατηγὸς αὐτοκράτωρ ὑπὸ τῶν ἐπὶ στρατοπέδου Μέττιος Φουφέττιος, ἀνὴρ οὔτε πολέμου ἡγεμὼν ἱκανὸς οὔτε εἰρήνης βέβαιος φύλαξ, ὃς οὐδενὸς ἧττον Ἀλβανῶν πρόθυμος ὢν κατʼ ἀρχὰς διαστῆσαι τὰς πόλεις καὶ διὰ τοῦτο τῆς ἀρχῆς μετὰ τὸν Κλοιλίου θάνατον ἀξιωθείς, ἐπειδὴ τῆς ἡγεμονίας ἔτυχε καὶ ὅσα ἦν ἐν τοῖς πράγμασι δυσχερῆ καὶ ἄπορα συνεῖδεν, οὐκέτι διέμεινεν ἐπὶ τοῖς αὐτοῖς βουλεύμασιν, ἀλλʼ εἰς ἀναβολὰς καὶ διατριβὰς ἄγειν ἠξίου τὰ πράγματα ὁρῶν οὔτε τοὺς Ἀλβανοὺς ἅπαντας ὁμοίαν ἔχοντας ἔτι προθυμίαν πρὸς πόλεμον οὔτε τὰ σφάγια ὁπότε θύοιτο περὶ μάχης καλὰ γινόμενα·
5.4 τελευτῶν δὲ καὶ εἰς καταλλαγὰς ἔγνω προκαλεῖσθαι τοὺς πολεμίους πρότερος ἐπικηρυκευσάμενος, μαθὼν τὸν ἐπικρεμάμενον ἔξωθεν Ἀλβανοῖς τε καὶ Ῥωμαίοις κίνδυνον, εἰ μὴ σπείσονται τὸν πρὸς ἀλλήλους πόλεμον, ἀφύλακτον ὄντα, ὃς ἔμελλεν ἀμφοτέρας ἀναρπάσασθαι τὰς δυνάμεις. ἦν δὲ τοιός2δε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme