Book 3
36.2
οὗτος ὁ βασιλεὺς πολλὰς τῶν ἱερουργιῶν ἀμελουμένας καταμαθών, ἃς ὁ μητροπάτωρ αὐτοῦ Πομπίλιος Νόμας κατεστήσατο, πολεμιστάς τε καὶ πλεονέκτας τοὺς πλείστους Ῥωμαίων γεγονότας ὁρῶν καὶ οὐκέτι τὴν γῆν ὡς πρότερον ἐργαζομένους, συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τά τε θεῖα σέβειν αὐτοὺς ἠξίου πάλιν, ὥσπερ ἐπὶ Νόμα διετέλουν σέβοντες, διεξιὼν ὅτι παρὰ τὴν τῶν θεῶν ὀλιγωρίαν νόσοι τε λοιμικαὶ πολλαὶ κατέσκηψαν εἰς τὴν πόλιν, ὑφʼ ὧν ἐφθάρη μοῖρα τοῦ πλήθους οὐκ ὀλίγη, καὶ βασιλεὺς Ὁστίλιος ὁ μὴ ποιούμενος αὐτῶν ὴν ἔδει φυλακὴν κάμνων ἐπὶ πολλοὺς χρόνους τὸ σῶμα πάθεσι παντοδαποῖς καὶ οὐδὲ τῆς γνώμης ἔτι τῆς αὑτοῦ καρτερὸς διαμένων, ἀλλὰ συνδιαφθαρεὶς τῷ σώματι τὰς φρένας, οἰκτρᾶς καταστροφῆς ἔτυχεν αὐτός τε καὶ γένος τὸ ἐξ αὐτοῦ·
36.3
πολιτείας τε ἀγωγὴν τὴν ὑπὸ Νόμα κατασταθεῖσαν Ῥωμαίοις ἐπαινῶν ὡς καλὴν καὶ σώφρονα καὶ ἀπὸ τῶν δικαιοτάτων ἔργων τὰς καθʼ ἡμέραν ἑκάστῳ παρέχουσαν εὐπορίας, ἀνανεώσασθαι πάλιν αὐτὴν παρεκάλει γεωργίαις τε καὶ κτηνοτροφίαις καὶ ταῖς ἄλλαις ἐργασίαις, ὅσαις μηθὲν ἀδίκημα προσῆν, ἁρπαγῆς δὲ καὶ βίας καὶ τῶν ἐκ τοῦ πολέμου γινομένων ὠφελειῶν ὑπεριδεῖν.