Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

33.3 συμμαχίας. οὐ μὴν ἐξεγένετό γε αὐτοῖς φιλίαν τε καὶ ὁμαιχμίαν ποιήσασθαι πρὸς τὸ ἔθνος· μαθὼν γὰρ τὴν διάνοιαν αὐτῶν ὁ Τύλλος ἀνοχὰς πρὸς Λατίνους ποιησάμενος ἐπὶ τούτους ἔγνω στρατὸν ἐξάγειν τήν τε Ῥωμαίων ἅπασαν δύναμιν καθοπλίσας διπλασίαν οὖσαν ἤδη τῆς πρότερον, ἐξ οὗ τὴν Ἀλβανῶν πόλιν προσέλαβε, καὶ ἀπὸ τῶν ἄλλων συμμάχων ἐπικουρικὸν ὅσον πλεῖστον ἐδύνατο μεταπεμψάμενος.
33.4 συνῆκτο δὲ καὶ τοῖς Σαβίνοις ἤδη τὸ στράτευμα, καὶ ἐπειδὴ πλησίον ἀλλήλων ἐγένοντο περὶ τὴν καλουμένην ὕλην κακοῦργον ὀλίγον τὸ μεταξὺ χωρίον ἀφέντες κατεστρατοπεδεύσαντο. τῇ δʼ ἑξῆς ἡμέρᾳ συμπεσόντες ἐμάχοντο καὶ ἦσαν ἰσόρροποι μέχρι πολλοῦ· ἤδη δὲ περὶ δείλην ὀψίαν ἐγκλίνουσιν οἱ Σαβῖνοι βιασθέντες ὑπὸ τοῦ Ῥωμαίων ἱππικοῦ καὶ πολὺς αὐτῶν γίνεται φόνος ἐν τῇ φυγῇ, Ῥωμαῖοι δὲ νεκρούς τε τῶν πολεμίων σκυλεύσαντες καὶ χρήματα ὅσα ἦν ἐν τῷ χάρακι διαρπάσαντες τῆς τε χώρας τὴν κρατίστην λεηλατήσαντες ἀπῄεσαν ἐπʼ οἴκου. τοῦτο τὸ τέλος ἔλαβεν ὁ συμβὰς Ῥωμαίοις πρὸς Σαβίνους πόλεμος ἐπὶ τῆς Τύλλου ἀρχῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme