Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

4.4 παρασκευασάμενος δὲ τὰ πρὸς τὸν ἀγῶνα καί, εἰ δεήσει τειχομαχίας, ὅσα τῷ τοιούτῳ πρόσφορα ἔργῳ μηχανησάμενος, ἐπεὶ νὺξ ἐγένετο καθεύδων ἐν τῇ στρατηγικῇ σκηνῇ παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς περὶ τὸν ὄρθρον εὑρίσκεται νεκρός, οὔτε σφαγῆς οὔτε ἀγχόνης οὔτε φαρμάκων οὔτε ἄλλης βιαίου συμφορᾶς σημεῖον ἐπὶ τοῦ σώματος οὐδὲν ἔχων.
5.1 παραδόξου δὲ τοῦ πάθους ὥσπερ εἰκὸς ἅπασι φαινομένου καὶ ζητουμένης τῆς αἰτίας ʽοὐδὲ γὰρ νόσον προηγησαμένην εἶχέ τις αἰτιάσασθαἰ οἱ μὲν ἐπὶ τὴν θείαν πρόνοιαν ἁπάσας τὰς ἀνθρωπίνας ἀναφέροντες τύχας κατὰ χόλον δαιμόνιον ἔλεγον αὐτὸν ἀποθανεῖν, ὅτι πόλεμον ἐξέκαυσε τῇ μητροπόλει πρὸς τὴν ἀπόκτισιν οὔτε δίκαιον οὔτε ἀναγκαῖον· οἱ δὲ χρηματισμὸν ἡγούμενοι τὸν πόλεμον καὶ μεγάλων ἀπεστερῆσθαι νομίζοντες ὠφελειῶν εἰς ἐπιβουλὴν καὶ φθόνον ἀνθρώπινον τὸ ἔργον μετέφερον αἰτιώμενοι τῶν ἀντιπολιτευομένων τινὰς ἀφανῆ καὶ δυσεξέλεγκτα ἐξευρόντας φάρμακα διὰ τούτων τὸν ἄνδρα ἀνῃρηκέναι·
5.2 οἱ δὲ ὑπὸ λύπης τε καὶ ἀμηχανίας κρατούμενον ἑκουσίῳ χρήσασθαι τελευτῇ αὐτὸν ἔφασαν, ἐπειδὴ πάντα χαλεπὰ καὶ ἄπορα συνέβαινεν αὐτῷ καὶ οὐδὲν ἐχώρει κατὰ νοῦν τῶν ἐν ἀρχαῖς, ὅτε εἰς τὰ πράγματα εἰσῄει, προσδοκηθέντων· τοῖς δʼ ἐκτὸς οὖσι φιλίας τε καὶ ἔχθρας τῆς πρὸς τὸν στρατηγὸν καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κρίνουσι τὸ συμβεβηκὸς οὔτε ἡ θεία νέμεσις οὔτε ὁ τῶν ἀντιπολιτευομένων φθόνος οὔθʼ ἡ τῶν πραγμάτων ἀπόγνωσις ἀνῃρηκέναι τὸν ἄνδρα ἐδόκει, ἀλλʼ ἡ τῆς φύσεως ἀνάγκη καὶ τὸ χρεὼν ὡς ἐκπεπληρωκότα τὴν ὀφειλομένην μοῖραν, ἧς ἅπασι τοῖς γινομένοις πέπρωται τυχεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme