Book 3
27.1
τετταράκοντα δʼ ὄντων σταδίων τῶν μεταξὺ Φιδήνης τε καὶ Ῥώμης ἐλάσας τὸν ἵππον ἀνὰ κράτος παρῆν ἐπὶ τὸν χάρακα καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι καλέσας Μάρκον Ὁράτιον τὸν περιλειφθέντα ἐκ τῶν τριδύμων καὶ δοὺς αὐτῷ τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἐκέλευσεν ἐπὶ τὴν Ἀλβανῶν πόλιν ἄγειν, παρελθόντα δʼ ἐντὸς τείχους ὡς φίλον ὄντα, ὅταν ὑποχειρίους λάβῃ τοὺς ἔνδον, καθελεῖν τὴν πόλιν ἄχρι θεμελίων μηθενὸς μήτε ἰδίου μήτε κοινοῦ κατασκευάσματος φειδόμενον ἔξω τῶν ἱερῶν, ἀνθρώπων δὲ μηθένα μήτε κτείνειν μήτε ἀδικεῖν,
27.2
ἀλλὰ πάντας ἐᾶν ἔχειν τὰ ἑαυτῶν. ἐκπέμψας δὲ τοῦτον ἐκάλει τοὺς ταξιάρχους καὶ τοὺς λοχαγοὺς καὶ τὰ δόξαντα τῇ βουλῇ διασαφήσας φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα· καὶ μετʼ οὐ πολὺ παρῆν ὁ Ἀλβανὸς ὡς ἐπὶ νικήματι κοινῷ γεγηθὼς καὶ τῷ Τύλλῳ συνηδόμενος. ὁ δὲ Τύλλος ἀπόρρητον τὴν γνώμην ἔτι φυλάσσων ἐπῄνει τε αὐτὸν καὶ μεγάλων ἄξιον ἀπέφαινε δωρεῶν παρεκάλει τε γράψαντα καὶ τὰ τῶν ἄλλων Ἀλβανῶν ὀνόματα τῶν ἐπιφανές τι κατὰ τὴν μάχην διαπραξαμένων φέρειν ὡς αὐτόν, ἵνα κἀκεῖνοι τὴν ἐκ τῶν ἐπινικίων ἀπενέγκωνται μοῖραν.