Book 3
23.19
ἐλεύθεροι γὰρ ἐξ ἐλευθέρων ἔφυμεν καὶ ἄρχειν τῶν προσοίκων παρέδοσαν ἡμῖν οἱ πατέρες ὁμοῦ τι πεντακόσια ἔτη τοῦτο τὸ σχῆμα τοῦ βίου διαφυλάξαντες, οὗ μὴ ἀποστερήσωμεν ἡμεῖς τοὺς ἐκγόνους. παραστῇ δὲ μηδενὶ ὑμῶν δέος ἂν ταῦτα ἐθέλῃ πράττειν μὴ συνθήκας τε λύσῃ καὶ ὅρκους τοὺς ἐπʼ αὐταῖς γενομένους παραβῇ, ἀλλʼ ἐννοείσθω διότι τὰς ὑπὸ Ῥωμαίων λελυμένας εἰς τὸ ἐξ ἀρχῆς ἀποκαταστήσει καὶ οὐ τάς γε ἐλαχίστου ἀξίας, ἀλλʼ ἃς ἥ τε φύσις ἡ ἀνθρωπεία κατεστήσατο καὶ ὁ πάντων κοινὸς Ἑλλήνων τε καὶ βαρβάρων βεβαιοῖ νόμος, ἄρχειν καὶ τὰ δίκαια τάττειν τοὺς πατέρας τοῖς ἐκγόνοις καὶ τὰς μητροπόλεις ταῖς ἀποικίαις.
23.20
ταύτας δὴ τὰς συνθήκας οὐδέποτε ἀναιρεθησομένας ἐκ τῆς ἀνθρωπείας φύσεως οὐχ ἡμεῖς οἱ κυρίας ἀξιοῦντες αἰεὶ διαμένειν παρασπονδοῦμεν, οὐδʼ ἄν τις ἡμῖν θεῶν ἢ δαιμόνων νεμεσήσειεν ὡς ἀνόσια πράττουσιν εἰ δουλεύειν τοῖς ἰδίοις ἐκγόνοις δυσανασχετοῦμεν, ἀλλʼ οἱ καταλύσαντες αὐτὰς ἀρχῆθεν καὶ ἔργῳ ἐπιχειρήσαντες ἀθεμίτῳ κρείττω ποιῆσαι τοῦ θείου νόμου τὸν ἀνθρώπινον· καὶ ὅ τε δαιμόνιος χόλος οὐχ ἡμῖν, ἀλλὰ τούτοις ἐναντιώσεται κατὰ τὸ εἰκός, καὶ ἡ παρʼ ἀνθρώπων νέμεσις εἰς τούτους ἀνθʼ ἡμῶν κατασκήψει.