Book 3
23.17
ἐὰν δʼ ἄρα τἀναντία τῶν λελογισμένων γινόμενα ὁρῶ ʽλεγέσθω γὰρ καὶ τὰ παρὰ τὰς ἀνθρωπίνας δόξας εἰωθότα ἀπαντᾶν, ἐπειδὴ πολλὰ καὶ τὰ μὴ εἰκότα οἱ βίοι φέρουσἰ τἀναντία καὶ αὐτὸς ὧν προὐθέμην ἐπιχειρήσω ποιεῖν. ἄξω γὰρ ὑμᾶς ἐπὶ τοὺς πολεμίους ἅμα Ῥωμαίοις καὶ συλλήψομαι αὐτοῖς τῆς νίκης τήν τε κατάληψιν τῶν ὑψηλῶν πεποιῆσθαι σκήψομαι τῆς κυκλώσεως τῶν ἀντιτεταγμένων ἕνεκα. γενήσεται δέ μου πιστὸς ὁ λόγος ἔργα ὁμολογούμενα τῇ σκήψει παρεσχημένου, ὥσθʼ ἡμᾶς τῶν μὲν δεινῶν μηδετέροις κοινωνῆσαι, τῆς δʼ ἀμείνονος τύχης παρʼ ἀμφοτέρων μεταλαβεῖν.
23.18
ἐγὼ μὲν δὴ ταῦτα ἔγνωκά τε καὶ δράσω σὺν θεοῖς κράτιστα ὄντα οὐ μόνον Ἀλβανοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις Λατίνοις, ὑμᾶς δὲ χρὴ σιγὴν μὲν πρῶτον φυλάττοντας, ἔπειτα κόσμον τε σώζοντας καὶ τοῖς παραγγελλομένοις ὀξέως ὑπηρετοῦντας προθύμους ἀγωνιστὰς γίνεσθαι καὶ τοὺς ὑφʼ αὑτοῖς προθύμους παρέχειν, ἐνθυμουμένους ὅτι οὐχ ὅμοιός ἐστιν ἡμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις ὁ περὶ τῆς ἐλευθερίας ἀγών, οἷς2τισιν ἐν ἔθει καθέστηκεν ἄρχεσθαι ὑφʼ ἑτέρων καὶ ὅσοις τοιαύτην πολιτείαν οἱ πατέρες παρέδοσαν.