Book 3
23.14
ὃν δὲ τρόπον ἐπιχειρεῖν τῷ ἔργῳ βεβούλευμαι, τοῦτʼ ἀκούσατέ μου· τάξιν μὲν ἀποδέδωκέ μοι Τύλλος τὴν ὑπὸ τῷ ὄρει καὶ κελεύει με θατέρου τῶν κεράτων ἄρχειν, ὅταν δὲ μέλλωμεν ὁμόσε τοῖς πολεμίοις χωρεῖν, ἄρξω μὲν ἐγὼ λύσας τὴν τάξιν ἐπὶ τὸ ὄρος ἄγειν, ἀκολουθήσετε δέ μοι ὑμεῖς συντεταγμένους ἄγοντες τοὺς λόχους. ἁψάμενος δὲ τῶν ἄκρων καὶ ἐν τῷ ἀσφαλεῖ γενόμενος τίνα χρήσομαι τρόπον τοῖς μετὰ ταῦτα πράγμασιν ἀκούσατέ μου·
23.15
ἐὰν μὲν ὁρῶ κατὰ γνώμην ἃ διαλογίζομαι χωροῦντά μοι καὶ θρασεῖς μὲν γεγονότας τοὺς πολεμίους, ὡς ἡμῶν αὐτοῖς συλλαμβανόντων, ταπεινοὺς δὲ καὶ περιφόβους Ῥωμαίους, ὡς προδεδομένους ὑφʼ ἡμῶν, φυγῆς τε μᾶλλον ἢ ἀλκῆς προνοουμένους, ὅπερ εἰκός, ἐπιθήσομαι αὐτοῖς καὶ μεστὸν ποιήσω νεκρῶν τὸ πεδίον ἐξ ὑπερδεξίου τε κατιὼν ἐπὶ τὸ πρανὲς θαρρούσῃ τε καὶ συντεταγμένῃ δυνάμει πρὸς ἐπτοημένους ἀνθρώπους προσφερόμενος καὶ σποράδας.
23.16
δεινὴ δʼ ἐν τοῖς πολέμοις καὶ ἡ διὰ κενῆς ἐμπίπτουσα προδοσίας συμμάχων ἢ πολεμίων ἄλλων ἐφόδου δόκησις, καὶ πολλὰ ἤδη στρατεύματα μεγάλα ὑπʼ οὐδενὸς οὕτως ἑτέρου φοβεροῦ παθήματος ὡς ὑπὸ δόξης κενῆς ἴσμεν πανώλεθρα διαφθαρέντα. τὸ δʼ ἡμέτερον οὐ λόγος ἔσται κενὸς οὐδʼ ἀφανὲς δεῖμα, ἀλλʼ ἔργον ἁπάσης ὄψεως καὶ πείρας φοβερώτερον.