Book 3
ὁ μὲν δὴ περιχαρὴς γενόμενος τοὺς πιστοτάτους τῶν φίλων, οἷς ἐχρήσατο τῶν ἀπορρήτων βουλευμάτων συνεργοῖς, εἰσγράψας εἰς δέλτον ἐπιδίδωσιν. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν ἅπαντας ἀποθεμένους τὰ ὅπλα ἐκάλει· συνιόντων δὲ αὐτῶν τὸν μὲν ἡγεμόνα τῶν Ἀλβανῶν ἅμα τοῖς ταξιάρχοις τε καὶ λοχαγοῖς παρʼ αὐτὸ τὸ βῆμα ἐκέλευσεν ἑστάναι, ἐχομένους δὲ τούτων τοὺς ἄλλους Ἀλβανοὺς ταχθέντας ἐκκλησιάζειν, μετὰ δὲ τοὺς Ἀλβανοὺς τὸ λοιπὸν τῶν συμμάχων πλῆθος· ἔξωθεν δὲ πάντων περιέστησε Ῥωμαίους, ἐν οἷς ἦσαν οἱ γενναιότατοι, ξίφη κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς. ὡς δʼ ἐν καλῷ τοὺς ἐχθροὺς ἔχειν ὑπέλαβεν ἀναστὰς ἔλεξε τοιάδε·
ἄνδρες Ῥωμαῖοί τε καὶ ἄλλοι φίλοι καὶ σύμμαχοι, τοὺς μὲν ἐκ τοῦ φανεροῦ τολμήσαντας εἰς πόλεμον ἡμῖν καταστῆναι Φιδηναίους καὶ τοὺς συμμάχους αὐτῶν ἐτιμωρησάμεθα σὺν θεοῖς, καὶ δυεῖν θάτερον ἢ παύσονται τὸ λοιπὸν ἐνοχλοῦντες ἡμῖν ἢ
δίκας τίσουσιν ἔτι τούτων χείρονας. ἀπαιτεῖ δὲ ὁ καιρός, ἐπεὶ τὰ πρῶτα ἡμῖν κατʼ εὐχὴν κεχώρηκε, καὶ τοὺς ἄλλους τιμωρήσασθαι πολεμίους, ὅσοι φίλων μὲν ἔχουσιν ὀνόματα καὶ παρελήφθησαν εἰς τόνδε τὸν πόλεμον ὡς κακῶς τοὺς κοινοὺς ἐχθροὺς μεθʼ ἡμῶν ποιήσοντες, ἐγκατέλιπον δὲ τὸ πρὸς ἡμᾶς πιστὸν καὶ μετὰ τῶν πολεμίων ἀπορρήτους ποιησάμενοι συνθήκας διαφθεῖραι πάντας ἡμᾶς ἐπεβάλοντο.
πολὺ γὰρ οὗτοι κακίους τῶν ἐκ τοῦ φανεροῦ πολεμίων εἰσὶ καὶ μείζονος τιμωρίας ἄξιοι· τοὺς μὲν γὰρ καὶ φυλάξασθαι ῥᾴδιον τοῖς ἐπιβουλευομένοις καὶ συμπλακέντας ὡς ἐχθροὺς ἀμύνασθαι δυνατόν, φίλους δʼ ἐχθρῶν ἔργα ποιοῦντας οὔτε φυλάξασθαι ῥᾴδιον οὔτε ἀμύνασθαι τοῖς προκαταληφθεῖσι δυνατόν. οὗτοι δʼ εἰσὶν οἱ πεμφθέντες ἡμῖν ὑπὸ τῆς Ἀλβανῶν πόλεως ἐπὶ δόλῳ σύμμαχοι κακὸν μὲν οὐθὲν ὑφʼ ἡμῶν παθόντες,
ἀγαθὰ δὲ πολλὰ καὶ μεγάλα. ἄποικοι μὲν γὰρ αὐτῶν ὄντες οὐθὲν τῆς τούτων ἀρχῆς παρασπάσαντες ἰδίαν ἰσχὺν καὶ δύναμιν ἀπὸ τῶν ἰδίων πολέμων ἐκτησάμεθα, ἔθνεσι δὲ μεγίστοις καὶ πολεμικωτάτοις ἐπιτειχίσαντες τὴν ἡμῶν αὐτῶν πόλιν πολλὴν ἀσφάλειαν τούτοις τοῦ τε ἀπὸ Τυρρηνῶν καὶ ἀπὸ Σαβίνων πολέμου παρειχόμεθα· ἧς δὴ πόλεως εὖ τε πραττούσης ἁπάντων μάλιστα χαίρειν αὐτοὺς ἔδει καὶ σφαλλομένης μηδὲν ἐνδεέστερον ἢ περὶ τῆς αὐτῶν ἄχθεσθαι.
οἱ δὲ ἄρα φθονοῦντες οὐχ ἡμῖν μόνον τῶν ἀγαθῶν ἀλλὰ καὶ ἑαυτοῖς τῆς διʼ ἡμᾶς εὐτυχίας διετέλουν καὶ τελευτῶντες ὡς οὐκέτι κατέχειν τὴν ὕπουλον ἔχθραν ἐδύναντο πόλεμον ἡμῖν προεῖπον. μαθόντες δʼ ἡμᾶς εὖ πρὸς τὸν ἀγῶνα παρεσκευασμένους, ὡς οὐθὲν οἷοίτʼ ἦσαν ἐργάσασθαι κακόν, εἰς διαλλαγὰς ἐκάλουν καὶ φιλίαν καὶ τὸ περὶ τῆς ἡγεμονίας νεῖκος ἐν τρισὶν ἀφʼ ἑκατέρας πόλεως σώμασιν ἠξίουν κριθῆναι. ἐδεξάμεθα καὶ ταύτας τὰς προκλήσεις καὶ νικήσαντες τῇ μάχῃ τὴν πόλιν αὐτῶν ἔσχομεν ὑποχείριον.
φέρε δὴ τί μετὰ ταῦτα ἐποιήσαμεν; ἐξὸν ἡμῖν ὅμηρά τε αὐτῶν λαβεῖν καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπεῖν καὶ τοὺς κορυφαιοτάτους τῶν διαστησάντων τὰς πόλεις τοὺς μὲν ἀνελεῖν, τοὺς δʼ ἐκβαλεῖν πολιτείας τε αὐτῶν κόσμον μεταστῆσαι πρὸς τὸ ἡμῖν συμφέρον καὶ χώρας καὶ χρημάτων ἀποδασμῷ ζημιῶσαι καί, ὃ πάντων ῥᾷστον ἦν, ἀφελέσθαι τὰ ὅπλα αὐτούς, ἐξ ὧν ἐγκρατεστέραν ἂν τὴν ἀρχὴν κατεστησάμεθα, τούτων μὲν οὐδὲν ἠξιώσαμεν ποιῆσαι, τῷ δʼ εὐσεβεῖ μᾶλλον ἢ τῷ ἀσφαλεῖ τῆς ἀρχῆς ἐπετρέψαμεν καὶ τὸ εὐπρεπὲς τὸ πρὸς ἅπαντας τοῦ λυσιτελοῦντος ἡμῖν αὐτοῖς ἰδίᾳ κρεῖττον ἡγησάμενοι συνεχωρήσαμεν αὐτοῖς ἅπαντα τὰ σφέτερα καρποῦσθαι, Μέττιον δὲ Φουφέττιον, ὃν αὐτοὶ τῇ μεγίστῃ ἀρχῇ ἐκόσμησαν, ὡς δὴ κράτιστον Ἀλβανῶν διοικεῖν τὰ κοινὰ μέχρι τοῦ παρόντος εἰάσαμεν.
ἀνθʼ ὧν τίνας ἡμῖν χάριτας ἀπέδοσαν, ἡνίκα μᾶλλον φίλων τε καὶ συμμάχων εὐνοίας ἔδει, ἀκούσατε· ἀπορρήτους ποιησάμενοι συνθήκας πρὸς τοὺς κοινοὺς πολεμίους, ὡς ἐν τῷ ἀγῶνι συνεπιθησόμενοι ἡμῖν μετʼ αὐτῶν, ἐπειδὴ πλησίον ἀλλήλων ἐγινόμεθα καταλιπόντες τὴν τάξιν ἐφʼ ἣν ἐτάχθησαν ᾤχοντο πρὸς τὰ πλησίον ὄρη δρόμῳ προκαταλαβέσθαι σπεύδοντες τὰ ὀχυρά.
εἰ μὲν οὖν κατὰ νοῦν ἡ πεῖρα αὐτοῖς ἐχώρει, οὐδὲν ἂν τὸ κωλῦον ἦν ἅπαντας ἡμᾶς ἀπολωλέναι κυκλωθέντας ὑπό τε πολεμίων καὶ φίλων, καὶ τοὺς πολλοὺς τῆς πόλεως ἡμῶν ἀγῶνας, οὓς ὑπὲρ τῆς ἡγεμονίας ἠγωνισάμεθα, ἐν ἡμέρᾳ διαφθαρῆναι μιᾷ.
ἐπειδὴ δὲ διέπεσεν αὐτῶν τὸ βούλευμα θεῶν μὲν εὐνοίας προηγησαμένης ʽἁπάσας γὰρ ἔγωγε τὰς καλὰς καὶ ἀγαθὰς πράξεις ἐκείνοις ἀνατίθημἰ, ἔπειτα καὶ τῆς ἐμῆς στρατηγίας οὐκ ἐλαχίστην μοῖραν εἴς τε τὸ δέος τῶν πολεμίων καὶ εἰς τὸ θάρσος τὸ ὑμέτερον παρασχομένης ʽἃ γὰρ ἐγὼ ἐν τῷ τότε ἀγῶνι ἔφην, ὡς ὑπʼ ἐμοῦ κελευσθέντες Ἀλβανοὶ προκαταλαμβάνονται τὰ ὄρη κυκλώσεως τῶν πολεμίων ἕνεκα, πλάσματα καὶ
στρατηγήματα ἦν ἐμάʼ, κεχωρηκότων δʼ ἡμῖν τῶν πραγμάτων ὡς ἡμῖν συνέφερεν οὐκ ἂν εἴημεν ἄνδρες οἵους ἡμᾶς προσῆκεν εἶναι, εἰ μὴ τιμωρησαίμεθα τοὺς προδότας, οἵ γε χωρὶς τῆς ἄλλης ἀναγκαιότητος, ἣν διὰ τὸ συγγενὲς ἐχρῆν αὐτοὺς φυλάσσειν, σπονδὰς καὶ ὅρκια ποιησάμενοι πρὸς ἡμᾶς ἔναγχος οὔτε θεοὺς δείσαντες, οὓς τῶν ὁμολογιῶν ἐποιήσαντο μάρτυρας, οὔτε τὸ δίκαιον αὐτὸ καὶ τὴν ἀνθρωπίνην νέμεσιν ἐντραπέντες, οὔτε τὸ τοῦ κινδύνου μέγεθος εἰ μὴ κατὰ νοῦν αὐτοῖς ἡ προδοσία χωρήσειεν ὑπολογιζόμενοι, τὸν οἴκτιστον τρόπον ἡμᾶς ἐπεχείρησαν ἀπολέσαι τοὺς ἀποίκους τε καὶ εὐεργέτας, οἱ κτίσται μετὰ τῶν ἐχθίστων τε καὶ πολεμιωτάτων στάντες.
ταῦτα δʼ αὐτοῦ λέγοντος οἰμωγαί τε τῶν Ἀλβανῶν ἐγίνοντο καὶ παντοδαπαὶ δεήσεις τοῦ μὲν δήμου μηδὲν ἐγνωκέναι λέγοντος ὧν ὁ Μέττιος ἐμηχανᾶτο, τῶν δὲ τὰς ἡγεμονίας ἐχόντων οὐ πρότερον πεπύσθαι τὰς ἀπορρήτους βουλὰς σκηπτομένων ἢ ἐν αὐτῷ γενέσθαι τῷ ἀγῶνι, ἡνίκα οὔτε κωλύειν οὔτε μὴ πράττειν τὰ κελευόμενα ἐν δυνατῷ σφίσιν ἦν, ἤδη δέ τινων καὶ ἐπὶ τὴν ἀκούσιον ἀνάγκην ἀναφερόντων τὸ πρᾶγμα διὰ κηδείαν ἢ διὰ συγγένειαν·
οἷς ὁ βασιλεὺς σιωπῆσαι κελεύσας ἔλεξεν· οὐδʼ ἐμὲ λέληθεν, ἄνδρες Ἀλβανοί, τούτων ὧν ἀπολογεῖσθε οὐθέν, ἀλλὰ τὸ μὲν πλῆθος ὑμῶν ἀγνοεῖν τὴν προδοσίαν οἴομαι τεκμαιρόμενος ὅτι πολλῶν συνειδότων οὐδὲ τὸν ἐλάχιστον πέφυκε τἀπόρρητα σιωπᾶσθαι χρόνον, τῶν δὲ ταξιαρχῶν τε καὶ λοχαγῶν βραχύ τι μέρος ἡγοῦμαι τὸ συνεπιβουλεῦσαν ἡμῖν γενέσθαι, τὸ δὲ πλεῖστον ἐξηπατῆσθαι καὶ εἰς ἀκουσίους ἀνάγκας ἀφῖχθαι.
εἰ δέ γε τούτων μηδὲν ἀληθὲς ἦν, ἀλλὰ πάντας εἰσῆλθεν Ἀλβανοὺς καὶ τοὺς ἐνθάδε ὄντας ὑμᾶς καὶ τοὺς ἐν τῇ πόλει καταλειπομένους ἡ τοῦ κακῶς ποιεῖν ἡμᾶς ἐπιθυμία, καὶ τοῦτο οὐ νῦν πρῶτον, ἀλλʼ ἐκ πολλοῦ πάνυ χρόνου δεδογμένον ὑμῖν ἦν, τῆς συγγενείας ἕνεκα πολλὴ Ῥωμαίοις ἀνάγκη καὶ
ταῦθʼ ὑμῶν τἀδικήματα φέρειν. ἵνα δὲ μηθὲν βουλεύσητε ἔτι καθʼ ἡμῶν ἄδικον μήτε δὴ βιασθέντες ὑπὸ τῶν ἡγουμένων τῆς πόλεως μήτε παρακρουσθέντες μία φυλακὴ καὶ πρόνοιά· ἐστιν, εἰ τῆς αὐτῆς πόλεως πολῖται γενοίμεθα πάντες καὶ μίαν ἡγοίμεθα πατρίδα, ἧς εὖ τε καὶ χεῖρον φερομένης τὸ ἐπιβάλλον μέρος ἕκαστος οἴσεται τῆς τύχης· ἕως δʼ ἂν ἐκ διαφόρου γνώμης, ὥσπερ νῦν ἔχει, τό τε πλεῖον καὶ τοὔλαττον ἐπικρίνωμεν ἑκάτεροι, οὐκ ἔσται βέβαιος ἡμῖν ἡ πρὸς ἀλλήλους φιλία, ἄλλως τε καὶ εἰ μέλλοιεν οἱ μὲν πρότεροι ἐπιβουλεύσαντες τοῖς ἑτέροις ἢ κατορθώσαντες πλεῖον ἕξειν ἢ σφαλέντες ἐν μηδενὶ δεινῷ ἔσεσθαι διὰ τὸ συγγενές, καθʼ ὦν δʼ ἂν αἱ ἐπιχειρήσεις γένωνται ὑποχείριοι καταστάντες τὰ ἔσχατα παθεῖν καὶ διαφυγόντες μηθὲν ὥσπερ ἐχθροὶ
μνησικακεῖν, ὅπερ καὶ ἐν τῷ παρόντι γέγονεν. ἴστε δὴ ταῦτα δεδογμένα Ῥωμαίοις τῇ παρελθούσῃ νυκτὶ συναγαγόντος ἐμοῦ τὴν βουλὴν καὶ τὰ δόξαντα τοῖς συνέδροις γραψαμένου, τὴν μὲν πόλιν ὑμῶν καθαιρεθῆναι καὶ μήτε τῶν δημοσίων μήτε τῶν ἰδιωτικῶν κατασκευασμάτων ὀρθόν τι ἐᾶσαι διαμένειν μηθὲν ἔξω τῶν ἱερῶν·
τοὺς δʼ ἐν αὐτῇ πάντας ἔχοντας οὓς καὶ νῦν ἔχουσι κλήρους ἀνδραπόδων τε καὶ βοσκημάτων καὶ τῶν ἄλλων χρημάτων μηθὲν ἀφαιρεθέντας ἐν Ῥώμῃ τὸν ἀπὸ τοῦδε χρόνον οἰκεῖν· ὅσην τε τὸ κοινὸν ὑμῶν ἐκέκτητο γῆν τοῖς μηθένα κλῆρον ἔχουσιν Ἀλβανῶν διαμερισθῆναι χωρὶς τῶν ἱερῶν κτημάτων, ἐξ ὧν αἱ θυσίαι τοῖς θεοῖς ἐγίνοντο. οἴκων δὲ κατασκευῆς, ἐν οἷς τοὺς βίους ἱδρύσεσθε οἱ μετανιστάμενοι, καθʼ οὓς ἔσονται τῆς πόλεως τόπους, ἐμὲ ποιήσασθαι πρόνοιαν συλλαμβάνοντα τοῖς ἀπορωτάτοις ὑμῶν τῆς εἰς τὰ ἔργα δαπάνης.
καὶ τὸ μὲν ἄλλο πλῆθος ὑμῶν μετὰ τῶν παρʼ ἡμῖν δημοτικῶν συντελεῖν εἰς φυλὰς καὶ φράτρας καταμερισθέν, βουλῆς δὲ μετέχειν καὶ ἀρχὰς λαμβάνειν καὶ τοῖς πατρικίοις προσνεμηθῆναι τούσδε τοὺς οἴκους· Ἰουλίους, Σερουϊλίους, Κορατίους, Κοϊντιλίους, Κλοιλίους, Γεγανίους, Μετιλίους· Μέττιον δὲ καὶ τοὺς σὺν τούτῳ βουλεύσαντας τὴν προδοσίαν δίκας ὑποσχεῖν, ἃς ἂν ἡμεῖς τάξωμεν δικασταὶ περὶ ἑκάστου τῶν ὑπαιτίων καθεζόμενοι· οὐθένα γὰρ ἀποστερήσομεν κρίσεως οὐδὲ λόγου.
ὡς δὲ ταῦτʼ εἶπεν, ὅσοι μὲν ἦσαν Ἀλβανῶν πένητες ἠγάπων εἰ Ῥώμην τε οἰκήσουσι καὶ τῆς γῆς κλῆρον ἕξουσι καὶ ἐπῄνουν μεγάλῃ βοῇ τὰ διδόμενα, οἱ δὲ λαμπρότεροι τοῖς ἀξιώμασι καὶ ταῖς τύχαις κρείττους ἤχθοντο, εἰ δεήσει πόλιν τε τὴν γειναμένην αὐτοὺς ἐκλιπεῖν καὶ προγονικὰς ἑστίας ἐρημῶσαι καὶ τὸ λοιπὸν οἰκεῖν ἐν τῇ ξένῃ· οἷς οὐδὲν ἐπῄει λέγειν εἰς τὴν ἐσχάτην κατακεκλειμένοις ἀνάγκην. ὁ δὲ Τύλλος ἐπειδὴ τὴν διάνοιαν εἶδε τῶν πολλῶν, ἀπολογεῖσθαι τὸν Μέττιον ἐκέλευσεν, εἴ τι πρὸς ταῦτα λέγειν βούλεται.
οὐκ ἔχων δʼ ὁ Μέττιος ὅ τι χρὴ λέγειν πρὸς τοὺς κατηγοροῦντάς τε καὶ καταμαρτυροῦντας τὴν Ἀλβανῶν βουλὴν ἔφησεν αὑτῷ ταῦτα ὑποθέσθαι ποιεῖν διʼ ἀπορρήτων, ὅτε ἐξῆγε τὴν δύναμιν ἐπὶ τὸν πόλεμον, ἠξίου τε τοὺς Ἀλβανούς, οἷς ἀνακτήσασθαι τὴν ἡγεμονίαν ἐπεχείρει, βοηθεῖν αὐτῷ καὶ μήτε τὴν πατρίδα κατασκαπτομένην περιορᾶν μήτε τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἐπὶ τιμωρίαις συναρπαζομένους. ταραχῆς δὲ γινομένης κατὰ τὴν ἐκκλησίαν καί τινων φεύγειν ἐπὶ τὰ ὅπλα ὡρμηκότων οἱ περιεστεφανωκότες τὸν ὄχλον ἀρθέντος σημείου τινὸς ἀνέσχον τὰ ξίφη.
περιφόβων δὲ γενομένων ἁπάντων ἀναστὰς πάλιν ὁ Τύλλος εἶπεν· οὐδὲν ἔτι ἔξεστιν ὑμῖν νεωτερίζειν οὐδʼ ἐξαμαρτάνειν, ἄνδρες Ἀλβανοί. ὑμεῖς γὰρ ἂν παρακινεῖν τι τολμήσητε, πάντες ἀπολεῖσθε ὑπὸ τούτων· δείξας τοὺς ἔχοντας τὰ ξίφη. δέχεσθε οὖν τὰ διδόμενα καὶ γίνεσθε ἀπὸ τοῦ χρόνου τοῦδε Ῥωμαῖοι. δυεῖν γὰρ ἀνάγκη θάτερον ὑμᾶς ποιεῖν ἢ Ῥώμην κατοικεῖν ἢ μηδεμίαν ἑτέραν γῆν ἔχειν πατρίδα.
οἴχεται γὰρ ἕωθεν ἐκπεμφθεὶς ὑπʼ ἐμοῦ Μάρκος Ὁράτιος ἀναιρήσων τὴν πόλιν ὑμῶν ἐκ θεμελίων καὶ τοὺς ἀνθρώπους ἅπαντας εἰς Ῥώμην μετάξων. ταῦτα οὖν εἰδότες ὅσον οὔπω γενησόμενα παύσασθε θανατῶντες καὶ ποιεῖτε τὰ κελευόμενα. Μέττιον δὲ Φουφέττιον ἀφανῶς τε ἡμῖν ἐπιβουλεύσαντα καὶ οὐδὲ νῦν ὀκνήσαντα ἐπὶ τὰ ὅπλα τοὺς ταραχώδεις καὶ στασιαστὰς καλεῖν τιμωρήσομαι τῆς κακῆς καὶ δολίου ψυχῆς ἀξίως.
ταῦτα λέξαντος αὐτοῦ τὸ μὲν ἐρεθιζόμενον τῆς ἐκκλησίας μέρος ἔπτηξεν, οἷα δὴ κρατούμενον ἀνάγκῃ ἀφύκτῳ, τὸν δὲ Φουφέττιον ἀγανακτοῦντα ἔτι καὶ κεκραγότα μόνον τάς τε συνθήκας ἀνακαλούμενον, ἃς αὐτὸς ἐξηλέγχθη παρασπονδῶν, καὶ οὐδʼ ἐν κακοῖς τοῦ θράσους ὑφιέμενον οἱ ῥαβδοῦχοι κελεύσαντος τοῦ βασιλέως Τύλλου συλλαβόντες καὶ τὴν ἐσθῆτα περικαταρρήξαντες ἔξαινον τὸ σῶμα μάστιξι πάνυ πολλαῖς.
ἐπεὶ δὲ ταύτης ἅλις εἶχε τῆς τιμωρίας, προσελάσαντες δύο συνωρίδας τῇ μὲν ἑτέρᾳ προσήρτων τοὺς βραχίονας αὐτοῦ, τῇ δʼ ἑτέρᾳ τοὺς πόδας ῥυτῆρσι κατεχομένους μακροῖς· ἐλαυνόντων δὲ τῶν ἡνιόχων τὰς συνωρίδας ἀπʼ ἀλλήλων ξαινόμενός τε περὶ τῇ γῇ καὶ ἀνθελκόμενος ὑφʼ ἑκατέρας ἐπὶ τἀναντία ὁ δείλαιος ἐν ὀλίγῳ διασπᾶται χρόνῳ.
Μέττιος μὲν δὴ Φουφέττιος οὕτως οἰκτρᾶς καὶ ἀσχήμονος τελευτῆς ἔτυχε, τοῖς δʼ ἑταίροις αὐτοῦ καὶ συνειδόσι τὴν προδοσίαν αὐτοῦ δικαστήρια ὁ βασιλεὺς καθίσας τοὺς ἁλόντας ἐξ αὐτῶν κατὰ τὸν τῶν λειποτακτῶν τε καὶ προδοτῶν νόμον ἀπέκτεινεν.
ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, Μάρκος Ὁράτιος ὁ προαπεσταλμένος μετὰ τῶν ἐπιλέκτων ἐπὶ τὴν καθαίρεσιν τῆς Ἄλβας ταχέως διανύσας τὴν ὁδὸν καὶ καταλαβὼν πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον εὐπετῶς γίνεται τῆς πόλεως κύριος. συναγαγὼν δὲ τὸ πλῆθος εἰς ἐκκλησίαν τά τε πραχθέντα κατὰ τὴν μάχην ἅπαντα ἐδήλωσεν αὐτοῖς καὶ
το ψήφισμα τῆς Ῥωμαίων βουλῆς διεξῆλθεν. ἀντιβολούντων δὲ τῶν ἀνθρώπων καὶ χρόνον εἰς πρεσβείαν αἰτουμένων οὐδεμίαν ἀναβολὴν ποιησάμενος τὰς μὲν οἰκίας καὶ τὰ τείχη καὶ εἴ τι ἄλλο κατασκεύασμα ἰδιωτικὸν ἢ δημόσιον ἦν κατέσκαπτε, τοὺς δὲ ἀνθρώπους μετὰ πολλῆς φροντίδος παρέπεμπεν εἰς Ῥώμην ἄγοντάς τε τὰ ἑαυτῶν χρήματα καὶ φέροντας·
οὓς ὁ Τύλλος ἀφικόμενος ἀπὸ στρατοπέδου ταῖς Ῥωμαίων φυλαῖς καὶ φράτραις ἐπιδιεῖλεν οἰκήσεις τε συγκατεσκεύασεν ἐν οἷς αὐτοὶ προῃροῦντο τῆς πόλεως τόποις καὶ τῆς δημοσίας γῆς τὴν ἀρκοῦσαν τοῖς θητεύουσιν ἐξ αὐτῶν ἀπεμέριζε ταῖς τε ἄλλαις
φιλανθρωπίαις ἀνελάμβανε τὸ πλῆθος. ἡ μὲν δὴ τῶν Ἀλβανῶν πόλις, ἣν ἔκτισεν Ἀσκάνιος ὁ ἐξ Αἰνείου τοῦ Ἀγχίσου καὶ Κρεούσης τῆς Πριάμου θυγατρός, ἔτη διαμείνασα μετὰ τὸν οἰκισμὸν πεντακόσια τριῶν ἐπὶ τοῖς δέκα δέοντα, ἐν οἷς πολλὴν ἔσχεν ἐπίδοσιν εἰς εὐανδρίαν τε καὶ πλοῦτον καὶ τὴν ἄλλην ἅπασαν εὐδαιμονίαν ἡ τὰς τριάκοντα Λατίνων ἀποικίσασα πόλεις καὶ πάντα τὸν χρόνον ἡγησαμένη τοῦ ἔθνους, ὑπὸ τῆς ἐσχάτης ἀποικήσεως καθαιρεθεῖσα ἔρημος εἰς τόδε χρόνου διαμένει.
βασιλεὺς δὲ Τύλλος τὸν ἐπιόντα χειμῶνα διαλιπὼν ἔαρος ἀρχομένου στρατὸν ἐπὶ Φιδηναίους πάλιν ἐξάγει. τοῖς δὲ Φιδηναίοις κοινῇ μὲν οὐδʼ ἡτισοῦν βοήθεια ἐξ οὐδεμιᾶς τῶν συμμαχίδων ἀφίκετο πόλεων, μισθοφόροι δέ τινες ἐκ πολλῶν συνερρύησαν τόπων, οἷς πιστεύσαντες ἐθάρρησαν ἐκ τῆς πόλεως προελθεῖν· παραταξάμενοι δὲ καὶ πολλοὺς μὲν ἀποκτείναντες ἐν τῇ μάχῃ, πολλῷ δʼ ἔτι πλείους ἀποβαλόντες
κατεκλείσθησαν πάλιν εἰς τὸ ἄστυ. ὡς δὲ περιχαρακώσας αὐτῶν τὴν πόλιν ὁ Τύλλος καὶ περιταφρεύσας εἰς τὴν ἐσχάτην κατέκλεισε τοὺς ἔνδον ἀπορίαν, ἠναγκάσθησαν τῷ βασιλεῖ παραδοῦναι σφᾶς αὐτοὺς ἐφʼ οἷς αὐτὸς ἐβούλετο. γενόμενος δὲ τὸν τρόπον τοῦτον ὁ βασιλεὺς τῆς πόλεως κύριος τοὺς αἰτίους τῆς ἀποστάσεως ἀποκτείνας, τοὺς δὲ λοιποὺς ἅπαντας ἀπολύσας καὶ τὰ σφέτερα πάντα καρποῦσθαι τὸν αὐτὸν ἐάσας τρόπον τήν τε πολιτείαν, ἣν πρότερον εἶχον, ἀποδοὺς αὐτοῖς διέλυσε τὴν στρατιὰν καὶ παραγενόμενος εἰς Ῥώμην τὴν τροπαιοφόρον ἀπεδίδου τοῖς θεοῖς πομπήν τε καὶ θυσίαν δεύτερον ἐκεῖνον κατάγων θρίαμβον.
μετὰ δὲ τοῦτον τὸν πόλεμον ἕτερος ἀνέστη Ῥωμαίοις ἐκ τοῦ Σαβίνων ἔθνους, ἀρχὴ δὲ αὐτοῦ καὶ πρόφασις ἐγένετο τοιάδε· ἱερόν ἐστι κοινῇ τιμώμενον ὑπὸ Σαβίνων τε καὶ Λατίνων ἅγιον ἐν τοῖς πάνυ θεᾶς Φερωνείας ὀνομαζομένης, ἣν οἱ μεταφράζοντες εἰς τὴν Ἑλλάδα γλῶσσαν οἱ μὲν Ἀνθοφόρον, οἱ δὲ Φιλοστέφανον, οἱ δὲ Φερσεφόνην καλοῦσιν· εἰς δὴ τὸ ἱερὸν τοῦτο συνῄεσαν ἐκ τῶν περιοίκων πόλεων κατὰ τὰς ἀποδεδειγμένας ἑορτὰς πολλοὶ μὲν εὐχὰς ἀποδιδόντες καὶ θυσίας τῇ θεῷ, πολλοὶ δὲ χρηματιούμενοι διὰ τὴν πανήγυριν ἔμποροί τε καὶ χειροτέχναι καὶ γεωργοί, ἀγοραί τε αὐτόθι λαμπρόταται τῶν ἐν ἄλλοις τισὶ τόποις τῆς Ἰταλίας ἀγομένων ἐγίνοντο.
εἰς ταύτην δὲ τὴν πανήγυριν ἐλθόντας ποτὲ Ῥωμαίων ἄνδρας οὐκ ἀφανεῖς Σαβῖνοί τινες ἄνδρες συναρπάσαντες ἔδησαν καὶ τὰ χρήματα ἀφείλοντο, πρεσβείας τε περὶ αὐτῶν ἀφικομένης οὐδὲν ἐβούλοντο τῶν δικαίων ποιεῖν, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰ χρήματα τῶν συλληφθέντων κατεῖχον ἐγκαλοῦντες καὶ αὐτοὶ Ῥωμαίοις, ὅτι τοὺς Σαβίνων φυγάδας ὑπεδέχοντο κατασκευάσαντες ἄσυλον ἱερόν, ὑπὲρ ὧν ἐν
τῷ πρὸ τούτου λόγῳ δεδήλωταί μοι. ἐκ τούτων δὴ τῶν ἐγκλημάτων εἰς πόλεμον καταστάντες ἐξῄεσαν εἰς ὕπαιθρον ἀμφότεροι δυνάμεσι πολλαῖς, γίνεταί τε αὐτῶν ἐκ παρατάξεως ἀγών· διέμενον γὰρ ἀγχωμάλως ἀγωνιζόμενοι καὶ διελύθησαν ὑπὸ τῆς νυκτὸς ἀμφίλογον καταλιπόντες τὸ νίκημα. ταῖς δʼ ἑξῆς ἡμέραις μαθόντες ἀμφότεροι τῶν τε ἀπολωλότων καὶ τῶν τραυματιῶν τὸ πλῆθος οὐκέτι πεῖραν ἐβούλοντο ἑτέρου λαβεῖν ἀγῶνος, ἀλλʼ ἐκλιπόντες τοὺς χάρακας ἀπῄεσαν·
καὶ διαλιπόντες τὸν ἐνιαυτὸν ἐκεῖνον πάλιν ἐξῄεσαν ἐπʼ ἀλλήλους μείζονας παρασκευασάμενοι δυνάμεις, γίνεταί τε αὐτῶν περὶ πόλιν Ἠρητὸν ἀπὸ σταδίων ἑξήκοντα καὶ ἑκατὸν τῆς Ῥώμης ἀγών, ἐν ᾧ πολλοὺς μὲν ἀμφοτέρων συνέβη πεσεῖν· ἰσορρόπου δὲ κἀκείνης τῆς μάχης ἐπὶ πολὺν χρόνον διαμενούσης ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ὁ Τύλλος εὔξατο τοῖς θεοῖς, ἐὰν νικήσῃ τῇ τόθʼ ἡμέρᾳ Σαβίνους, Κρόνου τε καὶ Ῥέας καταστήσεσθαι δημοτελεῖς ἑορτάς, ἃς ἄγουσι Ῥωμαῖοι καθʼ ἕκαστον ἐνιαυτὸν ὅταν ἅπαντας τοὺς ἐκ γῆς συγκομίσωσι καρπούς, καὶ τὸν τῶν Σαλίων καλουμένων διπλασιάσειν ἀριθμόν. οὗτοι δʼ εἰσὶ πατέρων εὐγενῶν ἐνοπλίους ὀρχήσεις κινούμενοι πρὸς αὐλὸν ἐν τοῖς καθήκουσι χρόνοις καὶ ὕμνους τινὰς ᾅδοντες πατρίους, ὡς ἐν τῷ προτέρῳ
δεδήλωκα λόγῳ. μετὰ δὲ τὴν εὐχὴν ταύτην θάρσος τι καταλαμβάνει τοὺς Ῥωμαίους καὶ ὥσπερ ἀκμῆτες εἰς κάμνοντας ὠσάμενοι διασπῶσι τὰς τάξεις αὐτῶν περὶ δείλην ὀψίαν ἤδη καὶ ἀναγκάζουσι τοὺς πρωτοστάτας ἄρξαι φυγῆς, ἀκολουθήσαντές τε αὐτοῖς φεύγουσιν ἐπὶ τὸν χάρακα καὶ περὶ τὰς τάφρους πολλῷ πλείονας καταβαλόντες, οὐδʼ οὕτως ἀπετράποντο, ἀλλὰ παραμείναντες τὴν ἐπιοῦσαν νύκτα καὶ τοὺς ἀπὸ τοῦ ἐρύματος μαχομένους ἀνείρξαντες ἐκράτησαν τῆς παρεμβολῆς.
μετὰ δὲ τοῦτο τὸ ἔργον· ὅσην ἐβούλοντο τῆς τῶν Σαβίνων λεηλατήσαντες, ὡς οὐδεὶς αὐτοῖς οὐκέτι περὶ τῆς χώρας ἐξῄει μαχησόμενος, ἀπῄεσαν ἐπʼ οἴκου. ἀπὸ ταύτης τῆς μάχης τὸν τρίτον κατήγαγε θρίαμβον ὁ βασιλεύς, καὶ μετʼ οὐ πολὺ πρεσβευσαμένοις τοῖς Σαβίνοις καταλύεται τὸν πόλεμον αἰχμαλώτους τε παρʼ αὐτῶν κομισάμενος, οὓς ἐτύγχανον εἰληφότες ἐν ταῖς προνομαῖς, καὶ αὐτομόλους βοσκημάτων τε καὶ ὑποζυγίων καὶ τῶν ἄλλων χρημάτων ὅσα τοὺς γεωργοὺς ἀφείλοντο, ἣν ἔταξεν ἡ βουλὴ τῶν Ῥωμαίων ζημίαν τιμησαμένη τὰς βλάβας πρὸς ἀργύριον, ἀναπράξας.
ἐπὶ τούτοις καταλυσάμενοι τὸν πόλεμον οἱ Σαβῖνοι καὶ τῶν ὁμολογιῶν στήλας ἀντιγράφους θέντες ἐν τοῖς ἱεροῖς, ἐπειδὴ συνέστη Ῥωμαίοις πρὸς τὰς Λατίνων πόλεις κοινῇ συνηρπαγμένας πόλεμος οὐ ῥᾴδιος ἐν ὀλίγῳ καθαιρεθῆναι χρόνῳ ʽδι’ ἃς δὲ αἰτίας ὀλίγῳ ὕστερον ἐρὦ, δεξάμενοι τὸ συμβὰν ἀγαπητῶς ὅρκων μὲν ἐκείνων καὶ συνθηκῶν ὥσπερ οὐδὲ γεγενημένων ἐπελάθοντο, καιρὸν δὲ νομίσαντες ἐπιτήδειον ἔχειν ὧν ἐξέτισαν Ῥωμαίοις χρημάτων πολλαπλάσια παρʼ αὐτῶν ἀπολαβεῖν, ὀλίγοι μὲν τὸ πρῶτον καὶ ἀφανῶς ἐξιόντες ἐληίζοντο τὴν ὅμορον·
ἔπειτα δὲ πολλοὶ συνιόντες καὶ ἐκ τοῦ φανεροῦ, ἐπεὶ τὰ πρῶτα κατὰ γνώμην αὐτοῖς ἐχώρησεν οὐδεμιᾶς ἐπὶ τὴν φυλακὴν τῶν γεωργῶν ἀφικομένης βοηθείας, καταφρονήσαντες τῶν πολεμίων ἐπʼ αὐτὴν διενοοῦντο τὴν Ῥώμην ἐλαύνειν καὶ συνῆγον ἐξ ἁπάσης πόλεως στρατόν, διελέγοντο δὲ καὶ ταῖς Λατίνων πόλεσι περὶ
συμμαχίας. οὐ μὴν ἐξεγένετό γε αὐτοῖς φιλίαν τε καὶ ὁμαιχμίαν ποιήσασθαι πρὸς τὸ ἔθνος· μαθὼν γὰρ τὴν διάνοιαν αὐτῶν ὁ Τύλλος ἀνοχὰς πρὸς Λατίνους ποιησάμενος ἐπὶ τούτους ἔγνω στρατὸν ἐξάγειν τήν τε Ῥωμαίων ἅπασαν δύναμιν καθοπλίσας διπλασίαν οὖσαν ἤδη τῆς πρότερον, ἐξ οὗ τὴν Ἀλβανῶν πόλιν προσέλαβε, καὶ ἀπὸ τῶν ἄλλων συμμάχων ἐπικουρικὸν ὅσον πλεῖστον ἐδύνατο μεταπεμψάμενος.