Book 3
23.7
ἐγὼ πάντα τὸν μεταξὺ χρόνον ἐξ οὗ Ῥωμαίοις ὑπετάχθημεν ἕως τῆς2δε τῆς ἡμέρας αἰσχύνης μεστὸν καὶ ὀδύνης ἔχων τὸν βίον διατετέλεκα καίτοι τιμηθείς γε ὑπὸ τοῦ βασιλέως αὐτῶν τῇ αὐτοκράτορι ἀρχῇ, ἣν τρίτον ἔτος ἤδη τοῦτο ἔχω καὶ εἰ βουλοίμην μέχρι παντὸς ἕξω. ἀλλὰ πάντων ἡγούμενος εἶναι κακῶν ἔσχατον ἐν οὐκ εὐτυχοῦσι τοῖς κοινοῖς μόνος εὐτυχεῖν, ἐνθυμούμενος δὲ ὅτι παρὰ πάντα τὰ νενομισμένα παρʼ ἀνθρώποις ὅσια τὴν ἡγεμονίαν ὑπʼ αὐτῶν ἀφῃρέθημεν, ἐσκόπουν ὅπως ἂν αὐτὴν ἀνακομισαίμεθα μηδεμιᾶς πειραθέντες μεγάλης συμφορᾶς· πολλοὺς δὲ καὶ παντοδαποὺς λογισμοὺς λαμβάνων μίαν εὕρισκον ὁδὸν ἄγουσαν ἐπὶ τὰ πράγματα ῥᾴστην τε καὶ ἀκινδυνοτάτην, εἴ τις αὐτοῖς ἀνασταίη πόλεμος ἐκ τῶν πλησιοχώρων πόλεων.
23.8
εἰς γὰρ τοῦτον ὑπελάμβανον αὐτοὺς καθισταμένους συμμάχων δεήσεσθαι καὶ πρώτων γε ἡμῶν. τὸ δὴ μετὰ τοῦτο οὐ πολλῆς ὑπελάμβανον ὑμῖν διδαχῆς δεήσειν, ὅτι κάλλιόν τε καὶ δικαιότερον περὶ τῆς ἡμῶν αὐτῶν ἐλευθερίας μᾶλλον ἢ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ποιήσασθαι τὸν ἀγῶνα.
23.9
ταῦτα διανοηθεὶς ὑπενόμενσα Ῥωμαίοις πόλεμον ἐκ τῶν ὑπηκόων Οὐιεντανοὺς καὶ Φιδηναίους πείσας ἐπὶ τὰ ὅπλα χωρεῖν, ὡς συλληψόμενος αὐτοῖς τοῦ πολέμου. καὶ μέχρι τούτου λέληθα Ῥωμαίους ταῦτα πράττων καὶ ταμιευόμενος ἐμαυτῷ τὸν τῆς ἐπιθέσεως καιρόν· ἐν ᾧ σκέψασθε ὅσα ὠφεληθησόμεθα.