Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

23.2 πρὸς ὃν ἐποιήσαντο τὰ περὶ τῆς φιλίας ὅρκια. ταύτας δὴ τὰς προφάσεις λαβὼν τήν τε οἰκείαν καθώπλιζε δύναμιν καὶ τὰς παρὰ τῶν συμμάχων μετεπέμπετο. πλεῖστον δὲ καὶ κράτιστον ἐπικουρικὸν ἐκ τῆς Ἀλβανῶν πόλεως Μέττιος Φουφέττιος ἧκεν ἄγων ὅπλοις κεκοσμημένον ἐκπρεπέσιν, ὥστε πάσας ὑπερβαλέσθαι τὰς συμμαχικὰς δυνάμεις.
23.3 ὁ μὲν οὖν Τύλλος ὡς ἐκ προθυμίας τε καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κοινωνεῖν ἐγνωκότα τοῦ πολέμου τὸν Μέττιον ἐπῄνει καὶ πάντων ἐποιεῖτο τῶν βουλευμάτων συνίστορα· ὁ δὲ ἀνὴρ οὗτος ἐν αἰτίαις παρὰ τοῖς πολίταις ὑπάρχων ὡς κακῶς ἐστρατηγηκὼς τὸν πόλεμον, καὶ δὴ καὶ εἰς προδοσίαν διαβαλλόμενος, ἐπειδὴ τρίτον ἔτος ἐπὶ τῆς αὐτοκράτορος ἀρχῆς διέμενε Τύλλου κελεύσαντος, οὐκ ἀξιῶν τε ἀρχὴν ἔχειν ἑτέρας ἀρχῆς ὑπήκοον οὐδὲ ὑποτάττεσθαι μᾶλλον ἢ οὐκ αὐτὸς ἡγεῖσθαι πρᾶγμά τι ἐπεβούλευσεν ἀνόσιον.
23.4 διαπρεσβευσάμενος γὰρ κρύφα πρὸς τοὺς Ῥωμαίων πολεμίους ἐνδοιαστῶς ἔτι πρὸς τὴν ἀπόστασιν ἔχοντας ἐπῆρεν αὐτοὺς μὴ κατοκνεῖν, ὡς αὐτὸς συνεπιθησόμενος Ῥωμαίοις ἐν τῷ ἀγῶνι, καὶ ταῦτα πράττων τε καὶ διανοούμενος ἅπαντας ἐλάνθανε. Τύλλος δʼ ἐπειδὴ παρεσκευάσατο τήν τʼ οἰκείαν καὶ τὴν συμμαχικὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους καὶ διαβὰς τὸν Ἀνίητα ποταμὸν οὐ μακρὰν τῆς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme