Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

22.9 ξύλον ἀδελφῆς. τοῦτο μὲν δὴ τὸ χωρίον τῆς συμφορᾶς τοῦ ἀνδρὸς μνημεῖον ἐν τῇ πόλει φυλάττεται θυσίαις γεραιρόμενον ὑπὸ Ῥωμαίων καθʼ ἕκαστον ἐνιαυτόν, ἕτερον δὲ τῆς ἀρετῆς ἣν ἐπεδείξατο κατὰ τὴν μάχην μαρτύριον ἡ γωνιαία στυλὶς ἡ τῆς ἑτέρας παστάδος ἄρχουσα ἐν ἀγορᾷ, ἐφʼ ἧς ἔκειτο τὰ σκῦλα τῶν Ἀλβανῶν τριδύμων. τὰ μὲν οὖν ὅπλα ἠφάνισται διὰ μῆκος χρόνου, τὴν δʼ ἐπίκλησιν ἡ στυλὶς ἔτι φυλάττει τὴν αὐτὴν Ὁρατία καλουμένη πίλα.
22.10 ἔστι δὲ καὶ νόμος παρʼ αὐτοῖς διʼ ἐκεῖνο κυρωθεὶς τὸ πάθος, ᾧ καὶ εἰς ἐμὲ χρῶνται, τιμὴν καὶ δόξαν ἀθάνατον τοῖς ἀνδράσιν ἐκείνοις περιτιθεὶς ὁ κελεύων, οἷς ἂν γένωνται τρίδυμοι παῖδες ἐκ τοῦ δημοσίου τὰς τροφὰς τῶν παίδων χορηγεῖσθαι μέχρις ἥβης. τὰ μὲν δὴ περὶ τὴν Ὁρατίων οἰκίαν γενόμενα θαυμαστὰς καὶ παραδόξους περιπετείας λαβόντα τοιούτου τέλους ἔτυχεν.
23.1 ὁ δὲ Ῥωμαίων βασιλεὺς ἐνιαύσιον διαλιπὼν χρόνον, ἐν ᾧ πάντα τὰ πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευάσατο, στρατὸν ἐξάγειν ἐπὶ τὴν Φιδηναίων πόλιν ἔγνω προφάσεις τοῦ πολέμου ποιησάμενος, ὅτι κληθέντες εἰς ἀπολογίαν περὶ τῆς ἐπιβουλῆς, ἣν συνεστήσαντο κατὰ Ῥωμαίων τε καὶ Ἀλβανῶν, οὐχ ὑπήκουσαν, ἀλλʼ εὐθὺς ἀναλαβόντες τὰ ὅπλα καὶ τὰς πύλας κλείσαντες Οὐιεντανῶν τε συμμαχίαν ἐπαγόμενοι ἐκ τοῦ φανεροῦ ἀφειστήκεσαν καὶ τοῖς παραγενομένοις ἐκ Ῥώμης πρεσβευταῖς πυνθανομένοις τὴν αἰτίαν τῆς ἀποστάσεως ἀπεκρίναντο μηδὲν αὐτοῖς ἔτι πρᾶγμα πρὸς τὴν Ῥωμαίων πόλιν εἶναι κοινόν, ἐξ οὗ Ῥωμύλος ὁ βασιλεὺς αὐτῶν ἐτελεύτησε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme