Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

22.2 τῇ δʼ ἑξῆς ἡμέρᾳ καλέσας αὐτοὺς ὁ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν καὶ πολλὰ παραμυθησάμενος, ὡς οὔτε ἄσχημον ἐπιτάξων αὐτοῖς οὐθὲν οὔτε χαλεπὸν οὔθʼ ὃ μὴ συγγενέσι πρέπει, τῇ δὲ αὐτῇ γνώμῃ περὶ ἀμφοτέρων τῶν πόλεων τὰ κράτιστα καὶ συμφορώτατα συμβουλεύσων, καὶ τὸν ἄρχοντά τε αὐτῶν Φουφέττιον ἐπὶ τῆς αὐτῆς ἀρχῆς κατασχὼν ἄλλο τε οὐδὲν τῶν πολιτικῶν μεθαρμοσάμενος οὐδὲ κινήσας ἀπῆγεν ἐπʼ οἴκου τὴν δύναμιν.
22.3 καταγαγόντι δὲ αὐτῷ τὸν ψηφισθέντα ὑπὸ τῆς βουλῆς θρίαμβον καὶ τὰ πολιτικὰ πράττειν ἀρξαμένῳ προσέρχονται τῶν πολιτῶν ἄνδρες οὐκ ἀφανεῖς τὸν Ὁράτιον ἄγοντες ὑπὸ δίκην, ὡς οὐ καθαρὸν αἵματος ἐμφυλίου διὰ τὸν τῆς ἀδελφῆς φόνον· καὶ καταστάντες μακρὰν διεξῆλθον δημηγορίαν τοὺς νόμους παρεχόμενοι τοὺς οὐκ ἐῶντας ἄκριτον ἀποκτείνειν οὐθένα καὶ τὰ παρὰ τῶν θεῶν ἁπάντων μηνίματα ταῖς μὴ κολαζούσαις πόλεσι τοὺς ἐναγεῖς διεξιόντες.
22.4 ὁ δὲ πατὴρ ἀπελογεῖτο περὶ τοῦ μειρακίου κατηγορῶν τῆς θυγατρὸς καὶ τιμωρίαν οὐ φόνον εἶναι τὸ πραχθὲν λέγων δικαστήν τε αὑτὸν ἀξιῶν εἶναι τῶν ἰδίων κακῶν ἀμφοτέρων γενόμενον πατέρα. συχνῶν δὲ λόγων ῥηθέντων ὑφʼ ἑκατέρων πολλὴ τὸν βασιλέα κατεῖχεν ἀμηχανία, τί τέλος ἐξενέγκῃ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme