Book 3
21.1
ἔδει δὲ ἄρα καὶ τοῦτον ἄνθρωπον ὄντα μὴ πάντα διευτυχεῖν, ἀλλʼ ἀπολαῦσαί τι τοῦ φθονεροῦ δαίμονος, ὃς αὐτὸν ἐκ μικροῦ μέγαν ἐν ὀλίγῳ θεὶς χρόνῳ καὶ εἰς ἐπιφάνειαν θαυμαστὴν καὶ παράδοξον ἐξάρας κατέβαλε φέρων αὐθημερὸν εἰς ἄχαριν συμφορὰν ἀδελφοκτόνον.
21.2
ὡς γὰρ ἐγγὺς ἐγένετο τῶν πυλῶν, ἄλλον τε ὄχλον ὁρᾷ παντοδαπὸν ἐκχεόμενον ἐκ τῆς πόλεως καὶ δὴ καὶ τὴν ἀδελφὴν προστρέχουσαν· διαταραχθεὶς δὲ κατὰ τὴν πρώτην ὄψιν, ὅτι καταλιποῦσα τὴν μετὰ μητρὸς οἰκουρίαν παρθένος ἐπίγαμος εἰς ὄχλον αὑτὴν ἔδωκεν ἀγνῶτα, καὶ πολλοὺς λαμβάνων λογισμοὺς ἀτόπους τελευτῶν ἐπὶ τοὺς ἐπιεικεῖς καὶ φιλανθρώπους ἀπέκλινεν, ὡς ἀσπάσασθαί τε πρώτη τὸν σωθέντα ἀδελφὸν ποθοῦσα καὶ τὰς ἀρετὰς τῶν τεθνηκότων παρʼ αὐτοῦ μαθεῖν βουλομένη τῶν εὐσχημόνων ὑπερίδοι γυναικεῖόν τι πάσχουσα.
21.3
ἡ δὲ ἄρα οὐ τοὺς ἀδελφοὺς ποθοῦσα τὰς ἀσυνήθεις ἐτόλμησεν ἐξελθεῖν ὁδούς, ἀλλʼ ἔρωτι κρατουμένη τῶν ἀνεψιῶν ἑνός, ᾧ καθωμολόγητο ὑπὸ τοῦ πατρὸς ἐπὶ γάμῳ, καὶ κρύπτουσα τὸ πάθος ἀπόρρητον ἐπειδὴ δὲ τῶν ἀπὸ τοῦ στρατοπέδου τινὸς ἤκουσεν ἀπαγγέλλοντος τὰ περὶ τὴν μάχην, οὐκέτι κατέσχεν, ἀλλʼ ἐκλιποῦσα τὴν οἰκίαν ὥσπερ αἱ μαινάδες ἐφέρετο πρὸς τὰς πύλας οὐδὲν ἐπιστρεφομένη τῆς ἀνακαλούσης τε καὶ μεταδιωκούσης τροφοῦ.