Book 3
17.5
εἰ γὰρ Κορατίοις ἔλαττον κρίνεται τοῦ καλοῦ τὸ συγγενές, οὐδὲ Ὁρατίοις τιμιώτερον φανήσεται τὸ γένος τῆς ἀρετῆς. ὁ δὲ πατὴρ ὡς ἔμαθε τὴν διάνοιαν αὐτῶν περιχαρὴς γενόμενος καὶ τὰς χεῖρας ἀνασχὼν εἰς τὸν οὐρανὸν πολλὰς ἔφη χάριτας εἰδέναι τοῖς θεοῖς, ὅτι παῖδας ἔδωκαν αὐτῷ γενέσθαι καλοὺς καὶ ἀγαθούς· ἔπειτα περιλαβὼν ἕκαστον αὐτῶν καὶ τὰς ἡδίστας ἀποδοὺς ἀσπασμῶν τε καὶ φιλημάτων φιλοφροσύνας, Ἔχετʼ, ἔφη, καὶ τὴν ἐμὴν γνώμην, ὦ παῖδες ἀγαθοί, καὶ πορευθέντες ἀποκρίνασθε Τύλλῳ
17.6
τήν τʼ εὐσεβῆ καὶ καλὴν ἀπόκρισιν. οἱ μὲν δὴ χαίροντες ἐπὶ τῇ παρακελεύσει τοῦ πατρὸς ἀπῄεσαν καὶ προσελθόντες τῷ βασιλεῖ ἀναδέχονται τὸν ἀγῶνα, κἀκεῖνος συγκαλέσας τὴν βουλὴν καὶ πολλοὺς ἐπαίνους τῶν νεανίσκων διαθέμενος ἀποστέλλει πρέσβεις πρὸς τὸν Ἀλβανὸν τοὺς δηλώσοντας, ὅτι δέχονται Ῥωμαῖοι τὴν αἵρεσιν καὶ παρέξονται τοὺς Ὁρατίους διαγωνιουμένους ὑπὲρ τῆς ἀρχῆς.
18.1
ἀπαιτούσης δὲ τῆς ὑποθέσεως καὶ τὸν τρόπον διεξελθεῖν τῆς μάχης ἀκριβῶς καὶ τὰ μετὰ ταύτην γενόμενα πάθη θεατρικαῖς ἐοικότα περιπετείαις μὴ ῥᾳθύμως διελθεῖν πειράσομαι καὶ περὶ τούτων ἐπʼ ἀκριβείας ἕκαστον, ὡς ἐμὴ δύναμις, εἰπεῖν. ἐπειδὴ γὰρ ὁ χρόνος ἧκεν ἐν ᾧ τέλος ἔδει λαβεῖν τὰς ὁμολογίας, ἐξῄεσαν μὲν αἱ τῶν Ῥωμαίων δυνάμεις πανστρατιᾷ, ἐξῄεσαν δὲ μετὰ ταῦθʼ οἱ νεανίσκοι τοῖς πατρῴοις θεοῖς εὐξάμενοι καὶ προῆγον ἅμα τῷ βασιλεῖ κατευφημούμενοί τε ὑπὸ παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου καὶ παττόμενοι τὰς κεφαλὰς ἄνθεσιν· ἤδη δὲ καὶ ἡ τῶν Ἀλβανῶν ἐξεληλύθει στρατιά.