Book 3
11.9
ἵνα δὲ συντεμὼν εἴπω τοῖς μέλλουσιν ἑτέρων ἄρξειν δύο προσεῖναι δεῖ ταῦτα, τὴν ἐν τῷ πολεμεῖν ἰσχὺν καὶ τὴν ἐν τῷ βουλεύσθαι φρόνησιν, ἃ περὶ ἡμᾶς ἐστιν ἀμφότερα· καὶ ὅτι οὐ κενὸς ὁ κόμπος ἡ παντὸς λόγου κρείττων πεῖρα ἡμῖν μαρτυρεῖ. τοσαύτην γοῦν μεγέθει καὶ δυνάμει πόλιν οὐχ οἷόν τε ἦν γενέσθαι τρίτῃ γενεᾷ μετὰ τὸν οἰκισμόν, εἰ μὴ τό τε ἀνδρεῖον ἐπερίττευεν αὐτῇ καὶ τὸ φρόνιμον. ἱκαναὶ δὲ τεκμηριῶσαι τὸ κράτος αὐτῆς πολλαὶ πόλεις ἐκ τοῦ Λατίνων οὖσαι γένους καὶ τὴν κτίσιν ἀφʼ ὑμῶν ἔχουσαι, αἳ τὴν ὑμετέραν ὑπεριδοῦσαι πόλιν ἡμῖν προσκεχωρήκασι καὶ ὑπὸ Ῥωμαίων ἄρχεσθαι μᾶλλον ἀξιοῦσιν ἢ ὑπʼ Ἀλβανῶν, ὡς ἡμῶν μὲν ἀμφότερα ἱκανῶν ὄντων τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς, ὑμῶν δʼ οὐδέτερα.
11.10
πολλὰ εἶχον ἔτι καὶ ἰσχυρά, ὦ Φουφέττιε, πρὸς τὰς δικαιώσεις, ἃς σὺ παρέσχου, λέγειν· μάταιον δὲ ὁρῶν τὸν λόγον καὶ ἐν ἴσῳ τὰ πολλὰ τοῖς ὀλίγοις λεχθησόμενα πρὸς ἀντιπάλους ὄντας ὑμᾶς τοῦ δικαίου κριτὰς παύομαι λέγων. ἕνα δὲ ὑπολαμβάνων κράτιστον εἶναι καὶ μόνον ἡμῶν τὰ νείκη δύνασθαι διακρῖναι τρόπον, ᾧ πολλοὶ βάρβαροί τε καὶ Ἕλληνες εἰς ἔχθη καταστάντες οἱ μὲν ὑπὲρ ἡγεμονίας, οἱ δὲ ὑπὲρ ἀμφισβητησίμου γῆς ἐχρήσαντο, τοῦτον εἰπὼν ἔτι παύσομαι·
11.11
εἰ ποιησαίμεθα μέρει τινὶ τῆς ἑαυτῶν στρατιᾶς ἑκάτεροι τὸν ἀγῶνα εἰς ὀλιγοστόν τι πλῆθος ἀνδρῶν συναγαγόντες τὴν τοῦ πολέμου τύχην· ἐξ ὁποτέρας δʼ ἂν πόλεως οἱ κρατήσαντες τῶν ἀντιπάλων γένωνται, ταύτῃ συγχωρήσαιμεν ἄρχειν τῆς ἑτέρας. ὁπόσα γὰρ μὴ διαιρεῖται ὑπὸ λόγου, ταῦτα ὑπὸ τῶν ὅπλων κρίνεται.