Book 3
11.7
ἀλλʼ οὐδʼ ἑαυτῶν ἄρχειν. καθόλου δʼ ἔγωγε τόθʼ ὑπολαμβάνω δεῖν τὰς ἑτέρων διασύρειν πολιτείας καὶ τὴν ἰδίαν ἐπαινεῖν, ὅταν τις ἔχῃ δεῖξαι τὴν μὲν ἑαυτοῦ πόλιν ἐκ τοῦ ταῦτα ἐπιτηδεύειν ἅ φησιν εὐδαίμονα καὶ μεγάλην οὖσαν, τὰς δὲ διαβαλλομένας διὰ τὸ μὴ ταῦτα προαιρεῖσθαι κακοδαιμονούσας. τὰ δʼ ἡμέτερα πράγματα οὐχ οὕτως ἔχει, ἀλλʼ ἡ μὲν ὑμετέρα πόλις ἀπὸ μείζονος αὐχήματος ἀρχομένη καὶ πλειόνων ἀφορμῶν τυχοῦσα εἰς ἐλάττονα ὄγκον συνῆκται, ἡμεῖς δὲ μικρὰς τὰς πρώτας ἀρχὰς λαβόντες ἐν οὐ πολλῷ χρόνῳ μεγίστην τῶν πλησιοχώρων πόλεων τὴν Ῥώμην πεποιήκαμεν τούτοις τοῖς πολιτεύμασιν ὧν σὺ κατηγόρεις χρώμενοι.
11.8
τὸ δὲ στασιάζον ἡμῶν, ἐπεὶ καὶ τοῦτο διʼ αἰτίας εἶχες, ὦ Φουφέττιε, οὐκ ἐπὶ διαφθορᾷ καὶ ἐλαττώσει τῶν κοινῶν, ἀλλʼ ἐπὶ σωτηρίᾳ καὶ αὐξήσει γίνεται. φιλοτιμούμεθα γὰρ οἱ νεώτεροι πρὸς τοὺς πρεσβυτέρους καὶ οἱ ἔποικοι πρὸς τοὺς ἐπικαλεσαμένους, πότεροι πλείονα ποιήσομεν τὸ κοινὸν ἀγαθά.