Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

11.1 τοιαῦτα τοῦ Φουφεττίου λέξαντος παραλαβὼν ὁ Τύλλος τὸν λόγον εἶπε· τὸ μὲν ἐκ φύσεως καὶ προγόνων ἀρετῆς δίκαιον, ὦ Φουφέττιε καὶ ὑμεῖς ἄνδρες Ἀλβανοί, κοινὸν ἀμφοτέροις ἡμῖν· τοὺς αὐτοὺς γὰρ εὐχόμεθα προγόνους ἑκάτεροι, ὥστε οὐδὲν δεῖ τούτου χάριν οὔτε πλέον ἡμῶν ἔχειν τοὺς ἑτέρους οὔτʼ ἔλαττον. τὸ δὲ ἄρχειν ἐκ παντὸς τῶν ἀποικιῶν τὰς μητροπόλεις ὡς ἀναγκαῖόν τι φύσεως νόμιμον οὔτε ἀληθὲς οὔτε δίκαιον ἠξιοῦτο ὑφʼ ὑμῶν·
11.2 πολλά γέ τοι φῦλά ἐστιν ἀνθρώπων, παρʼ οἷς αἱ μητροπόλεις οὐκ ἄρχουσιν ἀλλʼ ὑποτάττονται ταῖς ἀποικίαις. μέγιστον δὲ καὶ φανερώτατον τοῦ λόγου τοῦδε παράδειγμα ἡ Σπαρτιατῶν πόλις οὐ τῶν ἄλλων μόνον ἄρχειν ἀξιοῦσα Ἑλλήνων, ἀλλὰ καὶ τοῦ Δωρικοῦ γένους ὅθεν ἀπῳκίσθη. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; αὐτοὶ γὰρ ὑμεῖς οἱ τὴν ἡμετέραν πόλιν ἀποικίσαντες Λαουϊνιατῶν ἐστε ἄποικοι.
11.3 εἰ δὴ φύσεώς ἐστι νόμος ἄρχειν τῆς ἀποικίας τὴν μητρόπολιν, οὐκ ἂν φθάνοιεν ἀμφοτέροις ἡμῖν Λαουϊνιᾶται τὰ δίκαια τάττοντες; πρὸς μὲν δὴ τὸ πρῶτον ὑμῶν δικαίωμα καὶ πλείστην ἔχον εὐπροσωπίαν ταῦθʼ ἱκανά· ἐπειδὴ δὲ καὶ τοὺς βίους τῶν πόλεων ἀντιπαρεξετάζειν ἀλλήλοις ἐπεχείρεις, ὦ Φουφέττιε, λέγων ὅτι τὸ μὲν Ἀλβανῶν εὐγενὲς ὅμοιον ἀεὶ διαμένει, τὸ δʼ ἡμέτερον ἐξέφθαρται ταῖς ἐπιμιξίαις τοῦ ἀλλοφύλου, καὶ οὐκ ἠξίους ἄρχειν τῶν γνησίων τοὺς νόθους οὐδὲ τῶν αὐθιγενῶν τοὺς ἐπήλυδας, μάθε καὶ κατὰ τοῦτο ἁμαρτάνων μάλιστα τὸ δικαίωμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme