Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

8.5 τούτων δὴ τῶν διαλλαγῶν ἐμοὶ μὲν δοκεῖ χρῆναι τὰς εὐπρεπεστέρας καὶ μεγαλοψυχοτέρας ἡμᾶς ἑλέσθαι καὶ γνώμην θέσθαι περὶ μηδενὸς ἡμᾶς ἀλλήλοις μνησικακεῖν, σὺ δʼ εἰ μὴ βούλει διαλλάττεσθαι τοῦτον τὸν τρόπον, ὦ Τύλλε, ἀλλὰ καὶ διδόναι δίκας καὶ λαμβάνειν ἀξιοῖς τοὺς ἐν ταῖς αἰτίαις παρʼ ἀλλήλων, ἕτοιμοι καὶ ταῦτα ποιεῖν εἰσιν Ἀλβανοὶ τὰ κοινὰ ἔχθη προκαταλυσάμενοι. εἰ δέ τινας ἔχεις παρὰ ταύτας λέγειν ἑτέρας εἴτε καλλίους διαλλαγὰς εἴτε δικαιοτέρας, οὐκ ἂν φθάνοις φέρων εἰς μέσον καὶ πολλήν σοι χάριν εἴσομαι.
9.1 ταῦτʼ εἰπόντος τοῦ Φουφεττίου παραλαβὼν τὸν λόγον ὁ τῶν Ῥωμαίων βασιλεὺς ἔλεξε· καὶ ἡμεῖς, ὦ Φουφέττιε, βαρεῖαν ὑπελαμβάνομεν ἡμᾶς καταλήψεσθαι συμφοράν, εἰ διʼ αἵματος καὶ φόνων ἀναγκασθείημεν κρῖναι τὸν συγγενῆ πόλεμον, καὶ ὑπὸ τῶν ἱερῶν ὁπότε τὰ προπολέμια θύοιμεν ἐκωλυόμεθα ἄρχειν μάχης· τάς τε ἀπορρήτους Φιδηναίων καὶ Οὐιεντανῶν συνωμοσίας, ἃς ἐπʼ ἀμφοτέροις ἡμῖν συνώμοσαν, ὀλίγῳ πρότερον σοῦ πεπύσμεθα παρὰ τῶν ἐκεῖθεν ξένων καὶ οὐκ ἀφύλακτοι πρὸς αὐτάς ἐσμεν, ἀλλʼ ὡς παθεῖν τε μηδὲν αὐτοὶ κακὸν κἀκείνους τιμωρήσασθαι τῆς ἐπιβουλῆς ἀξίως παρεσκευάσμεθα, οὐχ ἧττόν τε σοῦ καταλύσασθαι τὸν πόλεμον ἀμαχητὶ μᾶλλον ἢ διὰ τῶν ὅπλων ἐβουλόμεθα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme