Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

72.7 ἐπεὶ δὲ αὐτός τε ἀπολογηθεὶς κράτιστα περὶ αὑτοῦ τὴν διαβολὴν ἀπελύσατο καὶ ὁ κηδεστὴς αὐτοῦ Τύλλιος, ᾧ τὴν ἑτέραν δεδωκὼς ἦν θυγατέρα, μέγιστον ἐν τῷ δήμῳ δυνάμενος εἰς ἔλεον τοὺς Ῥωμαίους ὑπηγάγετο, συκοφάνται καὶ πονηροὶ δόξαντες εἶναι καὶ πολλὴν ὀφλόντες αἰσχύνην ἀπῆλθον ἐκ τῆς ἀγορᾶς.
73.1 ταύτης δὴ τῆς πείρας ἀποτυχόντες καὶ διαλλαγὰς τῆς ἔχθρας διὰ φίλων εὑρόμενοι μετρίως τὴν ἀγνωμοσύνην αὐτῶν ἐνέγκαντος τοῦ Ταρκυνίου διὰ τὰς ἐκ τοῦ πατρὸς εὐεργεσίας καὶ τὴν μετάνοιαν ἱκανὴν ὑπολαμβάνοντος εἶναι τῆς προπετείας διόρθωσιν ἔτη μὲν τρία διέμειναν ἐν τῇ προσποιήσει τῆς φιλίας· ἐπειδὴ δὲ καιρὸν ὑπέλαβον ἐπιτήδειον ἔχειν δόλον ἐπʼ αὐτῷ ῥάπτουσι τοιόνδε·
73.2 νεανίσκους δύο τῶν ἐκ τῆς συνωμοσίας τοὺς τολμηροτάτους ποιμενικαῖς ἐνδύσαντες στολαῖς καὶ δρεπάνοις καθοπλίσαντες ὑλουργοῖς πέμπουσιν ἐπὶ τὴν οἰκίαν τοῦ βασιλέως ἡμέρας μεσούσης διδάξαντες ἃ χρὴ λέγειν τε καὶ πράττειν καὶ τὸν τρόπον τῆς ἐπιθέσεως αὐτοῖς ὑφηγησάμενοι. οὗτοι πλησίον τῶν βασιλείων γενόμενοι κακῶς τε ἀλλήλους ἔλεγον ὡς ἀδικούμενοι καὶ οὐδὲ τὼ χεῖρε τῶν σωμάτων ἀπείχοντο βοῇ τε μεγάλῃ χρώμενοι τὴν παρὰ τοῦ βασιλέως βοήθειαν ἐκάλουν ἀμφότεροι, παρόντων αὐτοῖς συχνῶν ἐκ τῆς συνωμοσίας, ἀγροίκων δὴ τῷ λόγῳ, συναγανακτούντων τε ἀμφοτέροις καὶ συμμαρτυρούντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme