Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

71.1 οὗτος ὁ Νέβιος βουλομένῳ ποτὲ τῷ Ταρκυνίῳ τρεῖς φυλὰς ἑτέρας ἀποδεῖξαι νέας ἐκ τῶν ὑφʼ αὑτοῦ πρότερον κατειλεγμένων ἱππέων καὶ ποιῆσαι τὰς ἐπιθέτους φυλὰς ἑαυτοῦ τε καὶ τῶν ἰδίων ἑταίρων ἐπωνύμους μόνος ἀντεῖπε κατὰ τὸ καρτερόν, οὐκ ἐῶν κινεῖν τῶν ὑπὸ Ῥωμύλου κατασταθέντων οὐθέν.
71.2 ἀχθόμενος δʼ ἐπὶ τῇ κωλύσει καὶ διʼ ὀργῆς ἔχων τὸν Νέβιον ὁ βασιλεὺς καταβαλεῖν αὐτοῦ τὴν ἐπιστήμην εἰς τὸ μηδὲν ἐπεχείρησεν, ὡς ἀλαζονευομένου καὶ μηθὲν ἀληθὲς λέγοντος. ταῦτα διανοηθεὶς ἐκάλει τὸν Νέβιον ἐπὶ τὸ βῆμα πολλοῦ παρόντος ὄχλου κατὰ τὴν ἀγοράν. προδιαλεχθεὶς δὲ τοῖς περὶ αὐτὸν διʼ οὗ τρόπου ψευδόμαντιν ἀποδείξειν τὸν οἰωνοσκόπον ὑπελάμβανεν, ἐπειδὴ παρεγένετο φιλανθρώποις αὐτὸν ἀσπασμοῖς ἀναλαβών, Νῦν, ἔφη, καιρὸς ἐπιδείξασθαί σε τὴν ἀκρίβειαν τῆς μαντικῆς ἐπιστήμης, ὦ Νέβιε. πράξει γὰρ ἐπιχειρεῖν μεγάλῃ διανοούμενος, εἰ τὸ δυνατὸν αὐτῇ πρόσεστι μαθεῖν βούλομαι. ἀλλʼ ἄπιθι καὶ διαμαντευσάμενος ἧκε ταχέως, ἐγὼ δʼ ἐνθάδε καθήμενος ἀναμενῶ.
71.3 ἐποίει τὰ κελευόμενα ὁ μάντις καὶ μετʼ οὐ πολὺ παρῆν αἰσίους εἰληφέναι λέγων οἰωνοὺς καὶ δυνατὴν εἶναι τὴν πρᾶξιν ἀποφαίνων. γελάσας δʼ ὁ Ταρκύνιος ἐπὶ τῷ λόγῳ καὶ προενέγκας ἐκ τοῦ κόλπου ξυρὸν καὶ ἀκόνην λέγει πρὸς αὐτόν, ἑάλωκας, ὦ Νέβιε, φενακίζων ἡμᾶς καὶ καταψευδόμενος τοῦ δαιμονίου καταφανῶς, ὁπότε καὶ τὰς ἀδυνάτους πράξεις τετόλμηκας λέγειν δυνατάς. ἔγωγʼ οὖν διεμαντευόμην, εἰ τῷ ξυρῷ τῷδε τὴν ἀκόνην πλήξας μέσην δυνήσομαι διελεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme