Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

64.2 τούτους δὴ τοὺς ἄνδρας οἱ Σαβῖνοι δείσαντες ἐκ τοῦ ἀδοκήτου σφίσιν ἐπιφαινομένους οὐθὲν ἔτι γενναῖον ἔργον ἀπεδείξαντο, ἀλλʼ ὡς κατεστρατηγημένοι ὑπὸ τῶν ἐχθρῶν καὶ συμφορᾷ πεπληγότες ἀμάχῳ σώζειν ἑαυτοὺς ἄλλοι κατʼ ἄλλας ὁδοὺς ἐπειρῶντο, κἂν τούτῳ μάλιστα πολὺς αὐτῶν φόνος ἐγένετο διωκομένων ὑπὸ τῆς Ῥωμαϊκῆς ἵππου καὶ πανταχόθεν ἀποκλειομένων· ὥστε ὀλίγους τινὰς ἐξ αὐτῶν κομιδῇ γενέσθαι τοὺς διασωθέντας εἰς τὰς ἔγγιστα πόλεις, τὸ δὲ πλεῖον μέρος ὅσον μὴ κατὰ τὴν μάχην ἔπεσεν ὑποχείριον τοῖς Ῥωμαίοις γενέσθαι· οὐδὲ γὰρ οἱ καταλειφθέντες ἐν τῷ χάρακι τὴν ἔφοδον ἀποκρούσασθαι τῶν ἐπιόντων σφίσιν ἐθάρρησαν οὐδʼ εἰς πεῖραν ἦλθον μάχης, ἀλλʼ ἐκταραχθέντες ὑπὸ τοῦ παρʼ ἐλπίδα κακοῦ παρέδοσαν ἀμαχητὶ σφᾶς τε αὐτοὺς καὶ τὸ ἔρυμα.
64.3 αἱ μὲν δὴ τῶν Σαβίνων πόλεις ὡς κατεστρατηγημέναι καὶ οὐκ ἀρετῇ τὴν νίκην ἀφῃρημέναι πρὸς τῶν πολεμίων, ἀλλὰ δόλῳ μείζονας αὖθις ἀποστέλλειν δυνάμεις παρεσκευάζοντο καὶ στρατηγὸν ἐμπειρότερον. ὁ δὲ Ταρκύνιος μαθὼν τὴν διάνοιαν αὐτῶν συνῆγε τὴν στρατιὰν διὰ τάχους καὶ πρὶν ἐκείνους ἅπαντας δὴ
64.4 συνελθεῖν φθάνει διαβὰς τὸν Ἀνίητα ποταμόν. ταῦτα μαθὼν ὁ τῶν Σαβίνων στρατηγὸς ἐξῄει μὲν ὡς εἶχε τάχους τὴν νεωστὶ συνηγμένην δύναμιν ἀναλαβὼν καὶ στρατοπεδεύεται πλησίον τῶν Ῥωμαίων ἐπὶ λόφου τινὸς ὑψηλοῦ καὶ ἀποτόμου, μάχης δὲ ἄρχειν οὐκ ἐδοκίμαζεν ἕως αἱ λοιπαὶ τῶν Σαβίνων δυνάμεις συνέλθωσιν, ἀλλʼ ἐπὶ τοὺς προνομεύοντας τὴν χώραν ἐκπέμπων ἀεί τινας τῶν ἱππέων καὶ λόχους ἐγκαθίζων ὕλαις ἢ νάπαις εἶργε τοὺς Ῥωμαίους τῶν ἐπὶ τὴν χώραν ἐξόδων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme