Book 3
62.2
οὗτος ὁ κόσμος ἅπας καὶ τοῖς μετʼ ἐκεῖνον τὴν βασιλικὴν ἀρχὴν ἔχουσι παρέμεινε καὶ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων τοῖς κατʼ ἐνιαυτὸν ὑπάτοις ἔξω τοῦ στεφάνου καὶ τῆς ποικίλης ἐσθῆτος· ταῦτα δʼ αὐτῶν ἀφῃρέθη μόνα φορτικὰ δόξαντα εἶναι καὶ ἐπίφθονα. πλὴν ὅταν ἐκ πολέμου νίκην κατάγοντες θριάμβου παρὰ τῆς βουλῆς ἀξιωθῶσι, τότε καὶ χρυσοφοροῦσι καὶ ποικίλαις ἁλουργίσιν ἀμφιέννυνται. ὁ μὲν οὖν πρὸς τοὺς Τυρρηνοὺς συστὰς Ταρκυνίῳ πόλεμος ἔτη κατασχὼν ἐννέα τοιαύτην ἔσχε τὴν συντέλειαν.
63.1
ἑνὸς δὲ καταλειπομένου τοῦ Σαβίνων ἔθνους ἀντιπάλου Ῥωμαίοις ὑπὲρ τῆς ἀρχῆς ἄνδρας τε μαχητὰς ἔχοντος καὶ χώραν νεμομένου πολλὴν καὶ ἀγαθὴν καὶ τῆς Ῥώμης οὐ πρόσω κειμένην, πολλὴν ἔσχεν ὁ Ταρκύνιος προθυμίαν καὶ τούτους ὑπαγαγέσθαι καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον ἐγκαλῶν ταῖς πόλεσιν, ὅτι τοὺς ὑποσχομένους Τυρρηνοῖς ἐὰν ἀφίκωνται στρατὸν ἄγοντες εἰς τὴν χώραν αὐτῶν ἐκείνοις μὲν φίλας, Ῥωμαίοις δʼ ἐχθρὰς ποιήσειν τὰς σφετέρας πατρίδας οὐκ ἐβούλοντο ἐκδοῦναι.
63.2
οἱ δὲ ἄσμενοί τε ὑποδέχονται τὸν πόλεμον οὐκ ἀξιοῦντες τοὺς δυνατωτάτους τῶν ἀστῶν ἀφαιρεθῆναι, καὶ πρὶν ἀφικέσθαι Ῥωμαίων δύναμιν ἐπὶ σφᾶς αὐτοὶ στρατὸν ἐξάγουσιν ἐπὶ τὴν ἐκείνων. βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε διαβεβηκότας τοὺς Σαβίνους Ἀνίητα ποταμὸν καὶ λεηλατούμενα ὑπʼ αὐτῶν τὰ περὶ τὴν παρεμβολὴν ἅπαντα, ἀναλαβὼν τὴν εὐζωνοτάτην Ῥωμαίων νεότητα ὡς εἶχε τάχους ἐξῆγεν ἐπὶ τοὺς διεσπαρμένους ἐπὶ τὰς προνομάς.