Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

58.1 Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλʼ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες. βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ ὡς οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δʼ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος·
58.2 ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δʼ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε. τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπʼ οἴκου.
58.3 Ταρκύνιος δʼ ἐπειδὴ τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν, ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐξάγει τὴν στρατιὰν ἐκβαλεῖν τε βουλόμενος τὴν ἐν αὐτῇ φρουρὰν καὶ τοὺς παραδόντας τοῖς Τυρρηνοῖς τὰ τείχη τιμωρήσασθαι προθυμούμενος. ἐγένετο μὲν οὖν καὶ ἐκ παρατάξεως μάχη τοῖς Ῥωμαίοις πρὸς τοὺς ἐκ τῆς πόλεως ἐξελθόντας καὶ ἐν ταῖς τειχομαχίαις ἀγὼν καρτερός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme