Book 3
57.3
βασιλεὺς δὲ Ταρκύνιος εἰς τοὐπιὸν ἔτος Ῥωμαίους τε σύμπαντας καθοπλίσας καὶ παρὰ τῶν συμμάχων ὅσους ἐδύνατο πλείστους παραλαβὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους ἔαρος ἀρχομένου, πρὶν ἐκείνους συναχθέντας ἐξ ἁπασῶν τῶν πόλεων ἐπʼ αὐτὸν ὡς πρότερον ἐλθεῖν· καὶ διελὼν εἰς δύο μοίρας ἅπασαν τὴν δύναμιν τῆς μὲν Ῥωμαῖκῆς στρατιᾶς αὐτὸς ἡγούμενος ἐπὶ τὰς πόλεις τῶν Τυρρηνῶν ἐστράτευσε, τῆς δὲ συμμαχικῆς, ἐν ᾗ τὸ πλεῖστον μέρος ἦν τῶν Λατίνων, Ἠγέριον τὸν ἑαυτοῦ συγγενῆ στρατηγὸν ἀποδείξας ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐκέλευσε χωρεῖν.
57.4
ἡ μὲν οὖν συμμαχικὴ πλησίον τῆς Φιδήνης τὸν χάρακα οὐκ ἐν ἀσφαλεῖ χωρίῳ θεμένη διὰ τὸ καταφρονεῖν τῶν πολεμίων ὀλίγου τινὸς ἐδέησεν πᾶσα διαφθαρῆναι· οἱ γὰρ ἐν τῇ πόλει φρουροὶ βοήθειαν ἑτέραν παρὰ Τυρρηνῶν κρύφα μεταπεμψάμενοι καὶ φυλάξαντες καιρὸν ἐπιτήδειον ἐξελθόντες ἐκ τῆς πόλεως τόν τε χάρακα τῶν πολεμίων ἔλαβον ἐξ ἐφόδου φαύλως φυλαττόμενον καὶ τῶν ἐξεληλυθότων ἐπὶ
57.5
τὰς προνομὰς πολὺν εἰργάσαντο φόνον. ἡ δὲ Ῥωμαίων δύναμις ἧς Ταρκύνιος ἡγεῖτο τὴν Οὐιεντανῶν κείρουσα καὶ λεηλατοῦσα χώραν καὶ πολλὰς ὠφελείας ἐξενεγκαμένη συνελθούσης ἐξ ἁπασῶν τῶν Τυρρηνίδων πόλεων μεγάλης τοῖς Οὐιεντανοῖς ἐπικουρίας εἰς μάχην καταστᾶσα νίκην ἀναμφίλογον ἀναιρεῖται· καὶ μετὰ τοῦτο διεξιοῦσα τὴν χώραν τῶν πολεμίων ἀδεῶς ἐπόρθει γενομένη τε πολλῶν μὲν σωμάτων ἐγκρατής, πολλῶν δὲ χρημάτων οἷα ἐξ εὐδαίμονος χώρας, τελευτῶντος ἤδη τοῦ θέρους οἴκαδε ἀπῄει.