Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

53.2 καμνούσης γὰρ ἤδη τῆς Ῥωμαϊκῆς φάλαγγος καὶ κατὰ τὸ ἀριστερὸν κέρας παραρρηγνυμένης μαθὼν τὸ γινόμενον ἐλάττωμα περὶ τοὺς σφετέρους ʽἔτυχε δὲ τότε μαχόμενος ἐπὶ τοῦ δεξιοῦ κέρατοσʼ τὰς κρατίστας τῶν ἱππέων ἴλας ἐπιστρέψας καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἀναλαβὼν ἦγε κατὰ νώτου τῆς ἑαυτοῦ στρατιᾶς καὶ παραλλάξας τὸ ἀριστερὸν κέρας ἤλαυνεν ἔτι προσωτέρω τῆς φάλαγγος. ἔπειτα ἐπιστρέψας ἐπὶ δόρυ καὶ τὰ κέντρα προσβαλὼν τοῖς ἵπποις εἰς πλαγίους ἐμβάλλει τοὺς τῶν Τυρρηνῶν λόχους ʽοὗτοι γὰρ ἐπὶ τοῦ δεξιοῦ τῶν πολεμίων μαχόμενοι κέρατος ἐτρέψαντο τοὺς καθʼ ἑαυτούσʼ, ἐπιφανεὶς δʼ αὐτοῖς ἀπροσδόκητος πολλὴν ἔκπληξιν καὶ ταραχὴν παρέσχεν.
53.3 ἐν δὲ τούτῳ καὶ ἡ πεζὴ τῶν Ῥωμαίων δύναμις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ προτέρου δείματος εἰς ἀντίπαλα ἐχώρει, καὶ μετὰ τοῦτο φόνος τε πολὺς τῶν Τυρρηνῶν ἐγίνετο καὶ τροπὴ τοῦ δεξιοῦ κέρατος παντελής. Ταρκύνιος δὲ τοῖς ἡγεμόσι τῶν πεζῶν ἀκολουθεῖν κελεύσας ἐν κόσμῳ καὶ βάδην αὐτὸς ἐπὶ τὸ στρατόπεδον ἐχώρει τὸ τῶν πολεμίων ἐλαύνων τοὺς ἵππους ἀνὰ κράτος, φθάσας δὲ τοὺς ἐκ τῆς τροπῆς ἀνασωζομένους ἐγκρατὴς γίνεται τοῦ χάρακος εὐθὺς ἐξ ἐφόδου. οἱ γὰρ ἐν αὐτῷ καταλειφθέντες οὔτε τὴν κατασχοῦσαν τοὺς σφετέρους συμφορὰν προεγνωκότες οὔτε τοὺς προσιόντας ἱππεῖς γνωρίσαι διὰ τὸ αἰφνίδιον τῆς ἐφόδου δυνηθέντες εἴασαν αὐτοὺς παρελθεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme