Book 20
3.6
οἱ μὲν οὖν ἐλέφαντες οὐ δυνάμενοι πρὸς τὸν ὄχθον ἀναβαίνειν οὐδὲν αὐτοὺς ἠδίκουν, οὐδὲ αἱ τῶν ἱππέων ἶλαι, οἱ δὲ τοξόται καὶ σφενδονῆται βάλλοντες πανταχόθεν κατετίτρωσκόν τε καὶ διέφθειρον ἐξ αὐτῶν συχνούς. αἰσθήσεως δὲ γενομένης τοῖς ἡγεμόσι τῶν ἐκεῖ πραττομένων Πύρρος μὲν ἐκ τῆς ἀσπιστικῆς φάλαγγος Ἀθαμᾶνάς τε καὶ Ἀκαρνᾶνας καὶ τῶν Σαυνιτῶν τινας ἀποστέλλει ὁ δὲ τῶν Ῥωμαίων ὕπατος ἴλας τινὰς ἱππέων, ἐπειδὴ τοιαύτης ἔδει τοῖς πεζοῖς συμμαχίας. καὶ κατὰ τὸν αὐτὸν χρόνον ἑτέρα πάλιν ἐκεῖ γίνεται μάχη πεζῶν τε καὶ ἱππέων, καὶ φόνος ἔτι πλείων.
3.7
ἀρξαμένου δὲ τοῦ βασιλέως καὶ οἱ τῶν Ῥωμαίων ὕπατοι τοὺς ἑαυτῶν ἀνεκάλουν περὶ καταφορὰν ὄντος τοῦ ἡλίου καὶ διαβιβάσαντες τὸν ποταμὸν ἀπῆγον εἰς τὸν χάρακα συσκοτάζοντος ἤδη. ἡ δὲ τοῦ Πύρρου δύναμις ἀπολωλεκυῖα σκηνάς τε καὶ ὑποζύγια καὶ ἀνδράποδα καὶ τὴν ἀποσκευὴν ἅπασαν ἐπὶ μετεώρου τινὸς χώρου παρενέβαλεν, ἔνθα τὴν ἐπιοῦσαν νύκτα διήγαγεν ὑπαίθριος, ἀσκευής, ἀθεράπευτος, οὐδὲ τῆς ἀναγκαίας εὐποροῦσα τροφῆς, ὥστε καὶ διαφθαρῆναι συχνοὺς τραυματίας, οἷς ἐνῆν ἔτι σώζεσθαι βοηθείας τε καὶ κηδεμονίας μεταλαβοῦσιν. τοιούτου τέλους ἔτυχεν ἡ δευτέρα μάχη Ῥωμαίοις πρὸς Πύρρον περὶ πόλιν Ἄσκλον. ατη.
4.1
ὅτι περὶ τὴν Ῥηγίνων πόλιν πάθος γίγνεται δεινόν, οἷον καὶ περὶ Μεσσήνην ἐγένετο τὴν ἐν Σικελίᾳ, μεγάλης φυλακῆς καὶ προνοίας ἄξιον ἁπάσαις ταῖς πόλεσιν, ἀνάγκη δὲ τὰς αἰτίας καὶ τὰς προφάσεις τῶν κατασχόντων αὐτὴν κακῶν προειπεῖν.