Book 20
8.1
ὅτι Πύρρος διέβη τὸ δεύτερον εἰς Ἰταλίαν οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν αὐτοῦ ταῖς ἐπιφανεστάταις πόλεσιν, ἀλλὰ δεσποτικήν. εἰσαχθεὶς γὰρ εἰς Συρακούσας ὑπό τε Σωσιστράτου τοῦ κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρʼ ἐκείνων τὰ χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας καὶ πᾶσαν ὑφʼ ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, εἰς αὐθάδειαν τυραννικὴν ἐτρέπετο. Vales. ετ συιδας ς. ϝ. Πύρρος. τάς τε γὰρ οὐσίας τῶν Ἀγαθοκλέους οἰκείων ἢ φίλων ἀφαιρούμενος τοὺς παρʼ ἐκείνου λαβόντας τοῖς ἑαυτοῦ φίλοις ἐχαρίσατο καὶ τὰς μεγίστας ἐν ταῖς πόλεσιν ἀρχὰς τοῖς ἰδίοις ὑπασπισταῖς καὶ λοχαγοῖς προσένειμεν, οὐ κατὰ τοὺς ἐπιχωρίους ἑκάστης πόλεως νόμους οὐδʼ εἰς τὸν εἰωθότα χρόνον, ἀλλʼ ὡς αὐτῷ
8.2
φίλον ἦν. δίκας τε καὶ ἀμφισβητήσεις καὶ τὰς ἄλλας πολιτικὰς οἰκονομίας ἁπάσας τὰς μὲν αὐτὸς διῄτα, τὰς δὲ τοῖς περὶ τὴν αὐλὴν ἀναστρέφειν καὶ διακρίνειν ἀπεδίδου ἀνθρώποις οὐθὲν ἕτερον ὁρῶσιν ἢ ὅ τι μὴ κερδαίνειν καὶ καθηδυπαθεῖν τὰς εὐπορίας· καὶ διὰ ταῦτα πάντα βαρὺς ταῖς ὑποδεξαμέναις πόλεσι καὶ