Book 20
1.1
Πύρρου καὶ Ῥωμαίων ὑπάτων Ποπλίου Δεκίου καὶ Ποπλίου Σουλπικίου συνθέμενοι δὲ διὰ κηρύκων τὸν χρόνον, ἐν ᾧ διαγωνιοῦνται, κατέβαινον ἐκ τῶν στρατοπέδων καὶ εἰς τάξιν καθίσταντο τοιάνδε· βασιλεὺς μὲν Πύρρος τὴν Μακεδονικὴν φάλαγγα πρώτην ἔταξεν ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετʼ αὐτὴν τοὺς ἐκ τοῦ Τάραντος μισθοφόρους Ἰταλιώτας.
1.2
ἔπειτα τοὺς ἐξ Ἀμπρακίας καὶ μετʼ αὐτοὺς τὴν Ταραντίνων λεύκασπιν φάλαγγα, ἑξῆς δὲ τὸ Βρεττίων καὶ Λευκανῶν συμμαχικόν. ἐπὶ μέσης δὲ τῆς φάλαγγος Θεσπρωτούς τε καὶ Χάονας, τούτοις δὲ συνεχεῖς τοὺς Αἰτωλῶν καὶ Ἀκαρνάνων καὶ Ἀθαμάνων μισθοφόρους, τελευταίους δὲ Σαυνίτας τὸ
1.3
λαιὸν ἐκπληροῦντας κέρας. τῆς δὲ ἵππου τὴν μὲν Σαυνῖτιν καὶ Θετταλικὴν καὶ Βρεττίαν καὶ τὴν ἐκ τοῦ Τάραντος μισθοφόρον ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔστησεν, τὴν δὲ Ἀμπρακιῶτιν καὶ Λευκανὴν καὶ Ταραντίνην καὶ τὴν Ἑλληνικὴν μισθοφόρον, ἣν ἐξεπλήρουν Ἀκαρνᾶνές τε καὶ Αἰτωλοὶ καὶ Μακεδόνες καὶ Ἀθαμᾶνες ἐπὶ τοῦ λαιοῦ.