Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

57.4 οὐ μὴν ὅ γε δῆμος ἐφʼ ἑαυτῷ τὴν αἵρεσιν ἐποίησεν, ἀλλʼ ἀπέδωκε τοῖς βουλευταῖς τὴν διάγνωσιν ὡς ἀγαπήσων ὁποτέραν ἂν ἐκεῖνοι δοκιμάσωσι τῶν πολιτειῶν· τοῖς δὲ βασιλικὴν μὲν ἐδόκει καταστήσασθαι πολιτείαν ἅπασι, περὶ δὲ τοῦ μέλλοντος ἄρξειν στάσις ἐνέπιπτεν ἐξ ὁποτέρας ἔσται τάξεως. οἱ μὲν γὰρ ἐκ τῶν ἀρχαίων βουλευτῶν ᾤοντο δεῖν ἀποδειχθῆναι τὸν ἐπιτροπεύσοντα τὴν πόλιν, οἱ δʼ ἐκ τῶν ὕστερον ἐπεισαχθέντων, οὓς νεωτέρους ἐκάλουν.
58.1 ἑλκομένης δʼ ἐπὶ πολὺ τῆς φιλονεικίας τελευτῶντες ἐπὶ τούτῳ συνέβησαν τῷ δικαίῳ, ὥστε δυεῖν θάτερον, ἢ τοὺς πρεσβυτέρους βουλευτὰς ἀποδεῖξαι βασιλέα σφῶν μὲν αὐτῶν μηδένα, τῶν δʼ ἄλλων ὃν ἂν ἐπιτηδειότατον εἶναι νομίσωσιν, ἢ τοὺς νεωτέρους τὸ αὐτὸ ποιῆσαι τοῦτο. δέχονται τὴν αἵρεσιν οἱ πρεσβύτεροι καὶ πόλλʼ ἐπὶ σφῶν αὐτῶν βουλευσάμενοι τάδʼ ἔγνωσαν· ἐπειδὴ τῆς ἡγεμονίας αὐτοὶ κατὰ τὰς συνθήκας ἀπηλαύνοντο μηδὲ τῶν ἐπεισελθόντων βουλευτῶν μηδενὶ προσθεῖναι τὴν ἀρχήν, ἀλλʼ ἐπακτόν τινα ἔξωθεν ἄνδρα καὶ μηδʼ ὁποτέροις προσθησόμενον, ὡς ἂν μάλιστα ἐξαιρεθείη τὸ στασιάζον,
58.2 ἐξευρόντες ἀποδεῖξαι βασιλέα. ταῦτα βουλευσάμενοι προὐχειρίσαντο ἄνδρα γένους μὲν τοῦ Σαβίνων, υἱὸν δὲ Πομπιλίου Πόμπωνος ἀνδρὸς ἐπιφανοῦς κατʼ ὄνομα Νόμαν, χρὴ δὲ τὴν δευτέραν συλλαβὴν ἐκτείνοντας βαρυτονεῖν ἡλικίας τε τῆς φρονιμωτάτης ὄντα, τετταρακονταετίας γὰρ οὐ πολὺ ἀπεῖχε, καὶ ἀξιώσει μορφῆς βασιλικόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme