Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

47.4 Οὐάρρων δὲ Τερέντιος τοῦτʼ αὐτοῖς τὸ μέρος οὐχ ὁμολογεῖ παλαίτερον ἔτι λέγων ἐν ταῖς κουρίαις τεθῆναι τὰ ὀνόματα ὑπὸ τοῦ Ῥωμύλου κατὰ τὴν πρώτην τοῦ πλήθους διαίρεσιν τὰ μὲν ἀπʼ ἀνδρῶν ληφθέντα ἡγεμόνων, τὰ δʼ ἀπὸ πάγων· τάς τʼ ἐπὶ τὴν πρεσβείαν ἐξελθούσας γυναῖκας οὐ τριάκοντα εἶναί φησιν, ἀλλὰ πεντακοσίας τε καὶ τριάκοντα τριῶν δεούσας οἴεταί τε οὐδʼ εἰκὸς εἶναι τοσούτων γυναικῶν τιμὴν ἀφελομένους τοὺς βασιλεῖς ὀλίγαις ἐξ αὐτῶν δοῦναι μόναις. ἀλλʼ ὑπὲρ μὲν τούτων οὔτε μηδένα ποιήσασθαι λόγον οὔτε πλείω γράφειν τῶν ἱκανῶν ἐφαίνετό μοι.
48.1 περὶ δὲ τῆς Κυριτῶν πόλεως, ἐξ ἧς οἱ περὶ τὸν Τάτιον ἦσαν ʽἀπαιτεῖ γὰρ ἡ διήγησις καὶ περὶ τούτων, οἵτινές τε καὶ ὁπόθεν ἦσαν, εἰπεῖνʼ τοσαῦτα παρελάβομεν. ἐν τῇ Ῥεατίνων χώρᾳ καθʼ ὃν χρόνον Ἀβοριγῖνες αὐτὴν κατεῖχον παρθένος τις ἐπιχωρία τοῦ πρώτου γένους εἰς ἱερὸν ἦλθεν Ἐνυαλίου χορεύσουσα·
48.2 τὸν δʼ Ἐνυάλιον οἱ Σαβῖνοι καὶ παρʼ ἐκείνων οἱ Ῥωμαῖοι μαθόντες Κυρῖνον ὀνομάζουσιν, οὐκ ἔχοντες εἰπεῖν τὸ ἀκριβὲς εἴτε Ἄρης ἐστὶν εἴτε ἕτερός τις ὁμοίας Ἄρει τιμὰς ἔχων. οἱ μὲν γὰρ ἐφʼ ἑνὸς οἴονται θεοῦ πολεμικῶν ἀγώνων ἡγεμόνος ἑκάτερον τῶν ὀνομάτων κατηγορῆσθαι, οἱ δὲ κατὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme