Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

43.4 οἱ μέν γε φεύγοντες ὡς τὸν ἡγεμόνα ἐκ τοῦ ἀπροσδοκήτου φανέντα εἶδον ἀναλαβόντες ἑαυτοὺς ἐκ τοῦ προτέρου δέους εἰς τάξιν καθίσταντο καὶ οὐκέτι ἀνεβάλλοντο μὴ οὐχ ὁμόσε τοῖς ἐχθροῖς χωρεῖν· οἱ δὲ τέως κατείργοντες αὐτοὺς καὶ μηδεμίαν οἰόμενοι μηχανὴν εἶναι τὸ μὴ οὐ κατὰ κράτος αὐτὴν τὴν πόλιν ἁλῶναι, ἐπειδὴ τὸ αἰφνίδιόν τε καὶ παράδοξον ἐθεάσαντο τῆς μεταβολῆς, περὶ σωτηρίας αὐτοὶ τῆς ἑαυτῶν ἐσκόπουν. ἦν δὲ αὐτοῖς οὐκ εὐπετὴς ἡ πρὸς τὸν χάρακα ἀναχώρησις καθʼ ὑψηλοῦ τε χωρίου καὶ διὰ κοίλης ὁδοῦ διωκομένοις, καὶ ὁ πολὺς αὐτῶν φόνος ἐν ταύτῃ γίνεται τῇ τροπῇ.
43.5 ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτως ἀγχωμάλως ἀγωνισάμενοι καὶ εἰς τύχας παραλόγους ἀμφότεροι καταστάντες ἡλίου περὶ καταφορὰν ὄντος ἤδη διεκρίθησαν.
44.1 ταῖς δʼ ἑξῆς ἡμέραις οἵ τε Σαβῖνοι ἐν βουλῇ ἐγίνοντο πότερον ἀποίσουσιν ἐπʼ οἴκου τὰς δυνάμεις, ὅσα δύνανται τῆς χώρας τῶν πολεμίων κακώσαντες, ἢ προσμεταπέμπωνται στρατιὰν ἑτέραν οἴκοθεν καὶ προσμένωσι λιπαροῦντες ἕως τὸ κάλλιστον
44.2 ἐπιθήσουσι τῷ πολέμῳ τέλος. πονηρὸν δὲ αὐτοῖς καὶ τὸ ἀπιέναι μετʼ αἰσχύνης τῆς ἀπράκτου ἀναχωρήσεως ἐφαίνετο εἶναι καὶ τὸ μένειν οὐδενός σφισι χωροῦντος κατʼ ἐλπίδα. συμβάσεως δὲ πέρι τὸ διαλέγεσθαι πρὸς τοὺς ἐχθρούς, ἥνπερ ἐδόκουν εἶναι μόνην εὐπρεπῆ τοῦ πολέμου ἀπαλλαγήν, οὐχ ἑαυτοῖς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme