Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

3.8 ἐγὼ δʼ ὑμῖν, ἔφη, πρὸς ἣν ἂν καταστήσησθε πολιτείαν εὐτρεπὴς καὶ οὔτε ἄρχειν ἀπαξιῶ οὔτε ἄρχεσθαι ἀναίνομαι. τιμῶν δέ, ἅς μοι προσεθήκατε ἡγεμόνα με πρῶτον ἀποδείξαντες τῆς ἀποικίας, ἔπειτα καὶ τῇ πόλει τὴν ἐπωνυμίαν ἐπʼ ἐμοῦ θέντες, ἅλις ἔχω. ταύτας γὰρ οὔτε πόλεμος ὑπερόριος οὔτε στάσις ἐμφύλιος οὔτε ὁ πάντα μαραίνων τὰ καλὰ χρόνος ἀφαιρήσεταί με οὔτε ἄλλη τύχη παλίγκοτος οὐδεμία· ἀλλὰ καὶ ζῶντι καὶ τὸν βίον ἐκλιπόντι τούτων ὑπάρξει μοι τῶν τιμῶν παρὰ πάντα τὸν λοιπὸν αἰῶνα τυγχάνειν.
4.1 τοιαῦτα μὲν ὁ Ῥωμύλος ἐκ διδαχῆς τοῦ μητροπάτορος, ὥσπερ ἔφην, ἀπομνημονεύσας ἐν τοῖς πλήθεσιν ἔλεξεν. οἱ δὲ βουλευσάμενοι κατὰ σφᾶς αὐτοὺς ἀποκρίνονται τοιάδε· ἡμεῖς πολιτείας μὲν καινῆς οὐδὲν δεόμεθα, τὴν δʼ ὑπὸ τῶν πατέρων δοκιμασθεῖσαν εἶναι κρατίστην παραλαβόντες οὐ μετατιθέμεθα γνώμῃ τε ἑπόμενοι τῶν παλαιοτέρων, οὺς ἀπὸ μείζονος οἰόμεθα φρονήσεως αὐτὴν καταστήσασθαι, καὶ τύχῃ ἀρεσκόμενοι. οὐ γὰρ τήνδε μεμψαίμεθʼ ἂν εἰκότως, ἣ παρέσχεν ἡμῖν βασιλευομένοις τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίαν τε καὶ ἄλλων ἀρχήν.
4.2 περὶ μὲν δὴ πολιτείας ταῦτα ἐγνώκαμεν· τὴν δὲ τιμὴν ταύτην οὐχ ἑτέρῳ τινὶ μᾶλλον ἢ σοὶ προσήκειν ὑπολαμβάνομεν τοῦ τε βασιλείου γένους ἕνεκα καὶ ἀρετῆς, μάλιστα δʼ ὅτι τῆς ἀποικίας ἡγεμόνι κεχρήμεθά σοι καὶ πολλὴν συνίσμεν δεινότητα, πολλὴν δὲ σοφίαν, οὐ λόγῳ μᾶλλον ἢ ἔργῳ μαθόντες. ταῦτα ὁ Ῥωμύλος ἀκούσας ἀγαπᾶν μὲν ἔφη βασιλείας ἄξιος ὑπʼ ἀνθρώπων κριθείς· οὐ μέντοι γε λήψεσθαι τὴν τιμὴν πρότερον, ἐὰν μὴ καὶ τὸ δαιμόνιον ἐπιθεσπίσῃ διʼ οἰωνῶν αἰσίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme