Book 2
34.2
πολλὰς ἅμα τούτοις θυσίας ἐποιήσατο. τελευταῖος δὲ τῆς πομπῆς αὐτὸς ἐπορεύετο ἐσθῆτα μὲν ἠμφιεσμένος ἁλουργῆ, δάφνῃ δὲ κατεστεμμένος τὰς κόμας καὶ ἵνα τὸ βασίλειον ἀξίωμα σώζῃ τεθρίππῳ παρεμβεβηκώς. ἡ δʼ ἄλλη δύναμις αὐτῷ παρηκολούθει πεζῶν τε καὶ ἱππέων κεκοσμημένη κατὰ τέλη θεούς τε ὑμνοῦσα πατρίοις ᾠδαῖς καὶ τὸν ἡγεμόνα κυδαίνουσα ποιήμασιν αὐτοσχεδίοις. οἱ δʼ ἐκ τῆς πόλεως ὑπήντων αὐτοῖς ἅμα γυναιξί τε καὶ τέκνοις παρʼ ἄμφω τὰ μέρη τῆς ὁδοῦ τῇ τε νίκῃ συνηδόμενοι καὶ τὴν ἄλλην ἅπασαν ἐνδεικνύμενοι φιλοφροσύνην. ὡς δὲ παρῆλθεν ἡ δύναμις εἰς τὴν πόλιν κρατῆρσί τε ἐπετύγχανεν οϊνῳ κεκραμένοις καὶ τραπέζαις τροφῆς παντοίας γεμούσαις, αἳ παρὰ τὰς ἐπιφανεστάτας τῶν οἰκιῶν ἔκειντο, ἵνα ἐμφορεῖσθαι τοῖς βουλομένοις ᾖ.
34.3
ἡ μὲν οὖν ἐπινίκιός τε καὶ τροπαιοφόρος πομπὴ καὶ θυσία, ἣν καλοῦσι Ῥωμαῖοι θρίαμβον, ὑπὸ Ῥωμύλου πρώτου κατασταθεῖσα τοιαύτη τις ἦν· ἐν δὲ τῷ καθʼ ἡμᾶς βίῳ πολυτελὴς γέγονε καὶ ἀλαζὼν εἰς πλούτου μᾶλλον ἐπίδειξιν ἢ δόκησιν ἀρετῆς ἐπιτραγῳδουμένη καὶ καθʼ