Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

3.2 οὔτε γὰρ ἐν τοῖς ὀθνείοις πολέμοις τὰς βαθείας τάφρους καὶ τὰ ὑψηλὰ ἐρύματα ἱκανὰ εἶναι τοῖς ἔνδον ἀπράγμονα σωτηρίας ὑπόληψιν παρασχεῖν, ἀλλʼ ἕν τι μόνον ἐγγυᾶσθαι τὸ μηθὲν ἐξ ἐπιδρομῆς κακὸν ὑπʼ ἐχθρῶν παθεῖν προκαταληφθέντας, οὔθʼ ὅταν ἐμφύλιοι ταραχαὶ τὸ κοινὸν κατάσχωσι, τῶν ἰδίων οἴκων καὶ ἐνδιαιτημάτων τὰς καταφυγὰς ὑπάρχειν τινὶ ἀκινδύνους.
3.3 σχολῆς γὰρ ἀνθρώποις ταῦτα καὶ ῥᾳστώνης βίων εὑρῆσθαι παραμύθια, μεθʼ ὧν οὔτε τὸ ἐπιβουλεῦον τῶν πέλας κωλύεσθαι μὴ οὐ πονηρὸν εἶναι οὔτʼ ἐν τῷ ἀκινδύνῳ βεβηκέναι θαρρεῖν τὸ ἐπιβουλευόμενον, πόλιν τε οὐδεμίαν πω τούτοις ἐκλαμπρυνθεῖσαν ἐπὶ μήκιστον εὐδαίμονα γενέσθαι καὶ μεγάλην, οὐδʼ αὖ παρὰ τὸ μὴ τυχεῖν τινὰ κατασκευῆς ἰδίας τε καὶ δημοσίας πολυτελοῦς κεκωλῦσθαι μεγάλην γενέσθαι καὶ εὐδαίμονα· ἀλλʼ ἕτερα εἶναι τὰ σώζοντα καὶ ποιοῦντα μεγάλας ἐκ μικρῶν τὰς πόλεις·
3.4 ἐν μὲν τοῖς ὀθνείοις πολέμοις τὸ διὰ τῶν ὅπλων κράτος, τοῦτο δὲ τόλμῃ παραγίνεσθαι καὶ μελέτῃ, ἐν δὲ ταῖς ἐμφυλίοις ταραχαῖς τὴν τῶν πολιτευομένων ὁμοφροσύνην, ταύτην δὲ τὸν σώφρονα καὶ δίκαιον ἑκάστου βίον ἀπέφηνεν ἱκανώτατον ὄντα τῷ κοινῷ παρασχεῖν.
3.5 τοὺς δὴ τὰ πολέμιά τε ἀσκοῦντας καὶ τὰ τῶν ἐπιθυμιῶν κρατοῦντας ἄριστα κοσμεῖν τὰς ἑαυτῶν πατρίδας τείχη τε ἀνάλωτα τῷ κοινῷ καὶ καταγωγὰς τοῖς ἑαυτῶν βίοις ἀσφαλεῖς τούτους εἶναι τοὺς παρασκευαζομένους· μαχητὰς δέ γε καὶ δικαίους ἄνδρας καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύοντας τὸ τῆς πολιτείας σχῆμα ποιεῖν τοῖς φρονίμως αὐτὸ καταστησαμένοις, μαλθακούς τε αὖ καὶ πλεονέκτας καὶ δούλους αἰσχρῶν ἐπιθυμιῶν τὰ πονηρὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme