Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 2

2.3 ἐτειχίσθη μὲν ς3οὖν ἡ πόλις υπὸ τούτων τῶν ἐθνῶν ἐνιαυτῷ δευτέρῳ καὶ τριακοστῷ καὶ τετρακοσιοστῷ μετὰ τὴν Ἰλίου ἅλωσιν ἐπὶ τῆς ἑβδόμης ὀλυμπιάδος. οἱ δὲ ἀγαγόντες τὴν ἀποικίαν ἀδελφοὶ δίδυμοι τοῦ βασιλείου γένους ἦσαν· Ῥωμύλος αὐτῶν ὄνομα θατέρῳ, τῷ δʼ ἑτέρῳ Ῥῶμος· τὰ μητρόθεν μὲν ἀπʼ Αἰνείου τε καὶ Δαρδανίδαι, πατρὸς δὲ ἀκρίβειαν μὲν οὐ ῥᾴδιον εἰπεῖν ἐξ ὅτου φύντες, πεπίστευνται δὲ ὑπὸ Ῥωμαίων Ἄρεος υἱοὶ γενέσθαι.
2.4 οὐ μέντοι διέμεινάν γε ἀμφότεροι τῆς ἀποικίας ἡγεμόνες ὑπὲρ τῆς ἀρχῆς στασιάσαντες, ἀλλʼ ὁ περιλειφθεὶς αὐτῶν Ῥωμύλος ἀπολομένου θατέρου κατὰ τὴν μάχην οἰκιστὴς γίνεται τῆς πόλεως καὶ τοὔνομα αὐτῇ τῆς ἰδίας κλήσεως ἐπώνυμον τίθεται. ἀριθμὸς δὲ τῶν μετασχόντων αὐτῷ τῆς ἀποικίας ἀπὸ πολλοῦ τοῦ κατʼ ἀρχὰς ἐξαποσταλέντος ὀλίγος ἦν ὁ καταλειφθείς, τρισχίλιοι πεζοὶ καὶ ἱππεῖς τριακόσιοι.
3.1 ἐπεὶ οὖν ἥ τε τάφρος αὐτοῖς ἐξείργαστο καὶ τὸ ἔρυμα τέλος εἶχεν αἵ τε οἰκήσεις τὰς ἀναγκαίους κατασκευὰς ἀπειλήφεσαν, ἀπῄτει δʼ ὁ καιρὸς καὶ περὶ κόσμου πολιτείας ᾧ χρήσονται σκοπεῖν, ἀγορὰν ποιησάμενος αὐτῶν ὁ Ῥωμύλος ὑποθεμένου τοῦ μητροπάτορος καὶ διδάξαντος ἃ χρὴ λέγειν, τὴν μὲν πόλιν ἔφη ταῖς τε δημοσίαις καὶ ταῖς ἰδίαις κατασκευαῖς ὡς νεόκτιστον ἀποχρώντως κεκοσμῆσθαι· ἠξίου δʼ ἐνθυμεῖσθαι πάντας ὡς οὐ ταῦτʼ ἐστι τὰ πλείστου ἄξια ἐν ταῖς πόλεσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme